Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΕΤΡΟΥ Α 4

Χριστοῦ οὖν ⸀παθόντος1 σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ ⸀παθὼν2 σαρκὶ πέπαυται ⸀ἁμαρτίας3 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς ⸀γὰρ4 ὁ παρεληλυθὼς ⸀χρόνος5 τὸ ⸀βούλημα6 τῶν ἐθνῶν ⸀κατειργάσθαι7 πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ⸂ἔχοντι κρῖναι8 ζῶντας καὶ νεκρούς· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε ⸀εἰς9 προσευχάς· πρὸ ⸀πάντων10 τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη ⸀καλύπτει11 πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ ⸀γογγυσμοῦ12 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ⸀ἧς13 χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφʼ ὑμᾶς ⸀ἀναπαύεται14 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος· εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ⸀ὀνόματι15 τούτῳ. ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; καὶ εἰ ὁ 16 δίκαιος μόλις σῴζεται, ⸀ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ ⸀θεοῦ17 πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς ⸀αὐτῶν18 ἐν ἀγαθοποιΐᾳ.

Source notes (18)
  1. Footnote παθόντος WH Treg NA28 ] + ὑπὲρ ἡμῶν RP
  2. Footnote παθὼν WH Treg NA28 ] + ἐν RP
  3. Footnote ἁμαρτίας Treg NA28 RP ] ἁμαρτίαις WH
  4. Footnote γὰρ WH Treg NA28 ] + ἡμῖν RP
  5. Footnote χρόνος WH Treg NA28 ] + τοῦ βίου RP
  6. Footnote βούλημα WH Treg NA28 ] θέλημα RP
  7. Footnote κατειργάσθαι WH Treg NA28 ] κατεργάσασθαι RP
  8. Footnote ἔχοντι κρῖναι Treg NA28 RP ] κρίνοντι WH
  9. Footnote εἰς WH Treg NA28 ] + τὰς RP
  10. Footnote πάντων WH Treg NA28 ] + δὲ RP
  11. Footnote καλύπτει WH Treg NA28 ] καλύψει RP
  12. Footnote γογγυσμοῦ WH Treg NA28 ] + γογγυσμῶν RP
  13. Footnote ἧς WH Treg NA28 ] ὡς RP
  14. Footnote ἀναπαύεται WH Treg NA28 ] + κατὰ μὲν αὐτοὺς βλασφημεῖται κατὰ δὲ ὑμᾶς δοξάζεται RP
  15. Footnote ὀνόματι WH Treg NA27 ] μέρει NA28 RP
  16. Footnote ὁ Treg NA28 RP ] + δὲ WH
  17. Footnote θεοῦ WH Treg NA28 ] + ὡς RP
  18. Footnote αὐτῶν Treg NA28 RP ] – WH

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.