Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΕΤΡΟΥ Α 5

Πρεσβυτέρους ⸀οὖν1 ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸀ἐπισκοποῦντες2 μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως ⸂κατὰ θεόν3, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ⸀ἀλλήλοις4 τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν ⸀τινα5 ⸀καταπιεῖν6 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ⸀τῷ7 κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸀Χριστῷ8 ὀλίγον παθόντας αὐτὸς ⸀καταρτίσει9 στηρίξει, σθενώσει, ⸀θεμελιώσει10 ⸀αὐτῷ11 τὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων12 · ἀμήν. Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν ⸀στῆτε13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸀Χριστῷ14 ‘/book’

Source notes (14)
  1. Footnote οὖν WH Treg NA27 ] τοὺς NA28 RP
  2. Footnote ἐπισκοποῦντες Treg NA28 RP ] – WH
  3. Footnote κατὰ θεόν Treg NA28 ] – WH RP
  4. Footnote ἀλλήλοις WH Treg NA28 ] + ὑποτασσόμενοι RP
  5. Footnote τινα NA28 ] τίνα RP; – WH Treg
  6. Footnote καταπιεῖν WH Treg NA28 ] καταπίῃ RP
  7. Footnote τῷ WH Treg NA27 ] – NA28 RP
  8. Footnote Χριστῷ WH NA28 ] + Ἰησοῦ Treg NA27 RP
  9. Footnote καταρτίσει WH Treg NA28 ] καταρτίσαι ὑμᾶς RP
  10. Footnote θεμελιώσει NA28 RP ] – WH Treg
  11. Footnote αὐτῷ WH Treg NA28 ] + ἡ δόξα καὶ RP
  12. Footnote τῶν αἰώνων Treg NIV RP ] – WH NA28
  13. Footnote στῆτε WH Treg NA28 ] ἑστήκατε RP
  14. Footnote Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ ἀμήν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.