Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΕΤΡΟΥ Α 3

⸀Ὁμοίως1 γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ⸀καὶ2 εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ⸂πραέως καὶ ἡσυχίου3 πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸀εἰς4 θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα ⸀ὑπήκουσεν5 τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸀συγκληρονόμοις6 χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸀ταπεινόφρονες7 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ ⸀εὐλογοῦντες8 ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν ⸀γλῶσσαν9 ἀπὸ κακοῦ καὶ ⸀χείλη10 τοῦ μὴ λαλῆσαι δόλον, ἐκκλινάτω ⸀δὲ11 ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.

Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ⸀ζηλωταὶ12 γένησθε; ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, κύριον δὲ τὸν ⸀Χριστὸν13 ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ⸀ἕτοιμοι14 ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ⸀ἀλλὰ15 μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ⸀καταλαλεῖσθε16 καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ⸀ἔπαθεν17 δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ⸀ὑμᾶς18 προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ⸀ὀλίγοι19 τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος. ὃ ⸂καὶ ὑμᾶς ἀντίτυπον νῦν20 σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν ⸀δεξιᾷ21 θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Source notes (21)
  1. Footnote Ὁμοίως WH Treg ] + αἱ NA28 RP
  2. Footnote καὶ Treg NA28 RP ] – WH
  3. Footnote πραέως καὶ ἡσυχίου Treg NA28 RP ] ἡσυχίου καὶ πραέως WH
  4. Footnote εἰς WH Treg NA28 ] ἐπὶ RP
  5. Footnote ὑπήκουσεν Treg NA28 RP ] ὑπήκουεν WH
  6. Footnote συγκληρονόμοις WH Treg NA28 ] συγκληρονόμοι RP
  7. Footnote ταπεινόφρονες WH Treg NA28 ] φιλόφρονες RP
  8. Footnote εὐλογοῦντες WH Treg NA28 ] + εἰδότες RP
  9. Footnote γλῶσσαν WH Treg NA28 ] + αὐτοῦ RP
  10. Footnote χείλη WH Treg NA28 ] + αὐτοῦ RP
  11. Footnote δὲ WH Treg NA28 ] – RP
  12. Footnote ζηλωταὶ WH Treg NA28 ] μιμηταὶ RP
  13. Footnote Χριστὸν WH Treg NA28 ] θεὸν RP
  14. Footnote ἕτοιμοι WH Treg NA28 ] + δὲ RP
  15. Footnote ἀλλὰ WH Treg NA28 ] – RP
  16. Footnote καταλαλεῖσθε WH NA28 ] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP
  17. Footnote ἔπαθεν RP NA28 ] ἀπέθανεν WH Treg NIV
  18. Footnote ὑμᾶς WH NA28 RP ] ἡμᾶς Treg
  19. Footnote ὀλίγοι WH Treg NA28 ] ὀλίγαι RP
  20. Footnote καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NA28 ] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP
  21. Footnote δεξιᾷ WH Treg ] + τοῦ NA28 RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.