Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 13

Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ⸂καὶ ἐὰν⸃1 ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, ⸄καὶ ἐὰν⸅2 ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη ⸀μεθιστάναι3 ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. ⸂καὶ ἐὰν⸃4 ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, ⸄καὶ ἐὰν⸅5 παραδῶ τὸ σῶμά μου, ἵνα ⸀καυθήσομαι6 ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη7 οὐ ζηλοῖ ⸂ἡ ἀγάπη⸃, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡ ἀγάπη οὐδέποτε ⸀πίπτει8 εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. ἐκ μέρους ⸀γὰρ9 γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ10 τέλειον, ⸀τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπιος, ⸂ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος11 · ⸀ὅτε12 γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.

Source notes (12)
  1. Footnote ⸂καὶ ἐὰν⸃ Treg NA28 RP ] κἂν WH
  2. Footnote ⸄καὶ ἐὰν⸅ NA28 RP ] κἂν WH Treg
  3. Footnote μεθιστάναι Treg NA28 ] μεθιστάνειν WH RP
  4. Footnote ⸂καὶ ἐὰν⸃ RP ] κἂν WH Treg NA28
  5. Footnote ⸄καὶ ἐὰν⸅ Treg NA28 RP ] κἂν WH
  6. Footnote καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA28
  7. Footnote ἡ ἀγάπη Treg NA28 RP ] – WH
  8. Footnote πίπτει WH Treg NA28 ] ἐκπίπτει RP
  9. Footnote γὰρ WH Treg NA28 ] δὲ RP
  10. Footnote τὸ WH Treg NA28 ] τότε τὸ RP
  11. Footnote ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NA28 ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP
  12. Footnote ὅτε WH Treg NA28 ] + δὲ RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.