Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 12
Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα ⸀Ἰησοῦς1 καὶ οὐδεὶς δύναται εἰπεῖν· ⸂Κύριος Ἰησοῦς2 εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ⸂ὁ δὲ3 ⸀αὐτὸς4 θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ⸀ἑτέρῳ5 πίστις ἐν τῷ αὐτῷ πνεύματι, ⸀ἄλλῳ6 χαρίσματα ἰαμάτων ἐν τῷ ⸀ἑνὶ7 πνεύματι, ⸀ἄλλῳ8 ἐνεργήματα δυνάμεων, ⸁ἄλλῳ9 προφητεία, ⸀1ἄλλῳ10 διακρίσεις πνευμάτων, ⸀ἑτέρῳ11 γένη γλωσσῶν, ⸀2ἄλλῳ12 ἑρμηνεία γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη ⸂πολλὰ ἔχει13, πάντα δὲ τὰ μέλη τοῦ ⸀σώματος14 πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες15 εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ ⸀πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; ⸀νυνὶ16 δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; νῦν δὲ πολλὰ ⸀μὲν17 μέλη, ἓν δὲ σῶμα. οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω· ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ⸀ἔχει18 ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ⸀ὑστεροῦντι19 περισσοτέραν δοὺς τιμήν, ἵνα μὴ ᾖ ⸀σχίσμα20 ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. καὶ ⸀εἴτε21 πάσχει ἓν μέλος22 συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ⸀μέλος, συγχαίρει πάντα τὰ μέλη.
Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα23 δυνάμεις, ⸀ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ ⸀μείζονα24 καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
Source notes (24)
- Footnote Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦν RP
- Footnote Κύριος Ἰησοῦς WH Treg NA28 ] Κύριον Ἰησοῦν RP
- Footnote ὁ δὲ Treg NA28 RP ] καὶ ὁ WH
- Footnote αὐτὸς WH Treg NA28 ] + ἐστιν RP
- Footnote ἑτέρῳ WH Treg NA28 ] + δὲ RP
- Footnote ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP
- Footnote ἑνὶ WH Treg NA28 ] αὐτῷ RP
- Footnote ⸀ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP
- Footnote ⸁ἄλλῳ Treg ] + δὲ WH NA28 RP
- Footnote ⸀1 ἄλλῳ Treg ] + δὲ WH NA28 RP
- Footnote ἑτέρῳ WH Treg NA28 ] + δὲ RP
- Footnote ⸀2 ἄλλῳ Holmes ] + δὲ WH Treg NA28 RP
- Footnote πολλὰ ἔχει WH Treg NA28 ] ἔχει πολλὰ RP
- Footnote σώματος WH Treg NA28 ] + τοῦ ἑνός RP
- Footnote πάντες WH Treg NA28 ] + εἰς RP
- Footnote νυνὶ NA28 RP ] νῦν WH Treg
- Footnote μὲν Treg NA28 RP ] – WH
- Footnote ἔχει WH Treg RP NA28 ] + τιμῆς NIV
- Footnote ὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NA28
- Footnote σχίσμα WH Treg NA28 ] σχίσματα RP
- Footnote εἴτε WH NA28 RP ] εἴ τι Treg
- Footnote μέλος WH Treg ] ἓν μέλος NA28 RP
- Footnote ἔπειτα WH Treg NA28 ] εἶτα RP
- Footnote μείζονα WH Treg NA28 ] κρείττονα RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.