Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 14
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ⸀ἀλλὰ1 θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲ2 πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ⸀δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ⸀διερμηνεύῃ3 ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
⸀Νῦν4 δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ5 πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξ6 δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσιν7 ἐν κόσμῳ, καὶ ⸀οὐδὲν8 ἄφωνον· ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
⸀Διὸ9 ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· ἐπεὶ ἐὰν ⸀εὐλογῇς10 ⸀πνεύματι11 ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. εὐχαριστῶ τῷ ⸀θεῷ12 πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις13 ⸀λαλῶ14 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐ15 μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρων16 λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις17, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, ⸀τὰ18 κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸς19 ἐν ὑμῖν ἐστιν.
Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστος20 ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.21 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτής22 σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
Αἱ ⸀γυναῖκες23 ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεται24 αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν25 καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι ⸀μαθεῖν26 θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ27. ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστίν28 εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται29 ὥστε, ἀδελφοί ⸀μου30 ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαις31 · πάντα ⸀δὲ32 εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
Source notes (32)
- Footnote ἀλλὰ WH Treg NA28 ] + τῷ RP
- Footnote δὲ WH Treg NA28 ] γὰρ RP
- Footnote διερμηνεύῃ WH Treg NA28 ] διερμηνεύει RP
- Footnote Νῦν WH Treg NA28 ] Νυνὶ RP
- Footnote δῷ WH Treg NA28 ] διδῶ RP
- Footnote φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NA28
- Footnote εἰσιν WH Treg NA28 ] ἐστὶν RP
- Footnote οὐδὲν WH Treg NA28 ] + αὐτῶν RP
- Footnote Διὸ WH Treg NA28 ] Διόπερ RP
- Footnote εὐλογῇς WH Treg NA28 ] εὐλογήσῃς RP
- Footnote πνεύματι Treg ] ἐν πνεύματι WH NA28; τῷ πνεύματι RP
- Footnote θεῷ WH Treg NA28 ] + μου RP
- Footnote γλώσσαις WH NA28 RP ] γλώσσῃ Treg
- Footnote λαλῶ WH Treg NA28 ] λαλῶν RP
- Footnote τῷ νοΐ WH Treg NA28 ] διὰ τοῦ νοός RP
- Footnote ἑτέρων WH Treg NA28 ] ἑτέροις RP
- Footnote λαλῶσιν γλώσσαις WH Treg NA28 ] γλώσσαις λαλῶσιν RP
- Footnote τὰ WH Treg NA28 ] καὶ οὕτως τὰ RP
- Footnote Ὄντως ὁ θεὸς WH Treg NA28 ] Ὁ θεὸς ὄντως RP
- Footnote ἕκαστος WH Treg NA28 ] +ὑμῶν RP
- Footnote ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NA28 ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP
- Footnote διερμηνευτής WH NA28 RP ] ἑρμηνευτής Treg
- Footnote γυναῖκες WH Treg NA28 ] + ὑμῶν RP
- Footnote ἐπιτρέπεται WH Treg NA28 ] ἐπιτέτραπται RP
- Footnote ὑποτασσέσθωσαν WH Treg NA28 ] ὑποτάσσεσθαι RP
- Footnote μαθεῖν Treg NA28 RP ] μανθάνειν WH
- Footnote λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NA28 ] ἐν ἐκκλησίᾳ λαλεῖν RP
- Footnote ἐστίν Holmes ] ἐστὶν ἐντολή WH Treg NA28; εἰσὶν ἐντολαί RP
- Footnote ἀγνοεῖται WH NA28 ] ἀγνοείτω Treg RP
- Footnote μου WH Treg NA28 ] – RP
- Footnote μὴ κωλύετε γλώσσαις WH Treg NA28 ] γλώσσαις μὴ κωλύετε RP
- Footnote δὲ WH Treg NA28 ] – RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.