Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22

The Parable of the Wedding Feast

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν 1αὐτοῖς ἐν παραβολαῖς, λέγων, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, Εἴπατε τοῖς κεκλημένοις. Ἰδού, τὸ ἄριστόν μου 2ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, 3ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, 4ὁ δὲ 5εἰς τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 6Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. Τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους 7ἂν εὕρητε, καλέσατε εἰς τοὺς γάμους. Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας 8ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ 9γάμος ἀνακειμένων.

Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· καὶ λέγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. Τότε 10εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις, Δήσαντες αὐτοῦ 11πόδας καὶ χεῖρας, 12ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

The Question About Paying Taxes to Caesar

Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν, 13λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 14Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε, Τί με πειράζετε, ὑποκριταί; Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Λέγουσιν 15αὐτῷ, Καίσαρος. Τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφέντες αὐτὸν 16ἀπῆλθον.

The Sadducees Ask About the Resurrection

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, 17οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, 18Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος 19γαμήσας ἐτελεύτησε· καὶ μὴ ἔχων σπέρμα, ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. Ὕστερον δὲ πάντων ἀπέθανε 20καὶ ἡ γυνή. Ἐν τῇ 21οὖν ἀναστάσει, τίνος τῶν ἑπτὰ ἔσται 22γυνή; Πάντες γὰρ ἔσχον αὐτήν.

Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε 23ἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι 24τοῦ Θεοῦ ἐν 25οὐρανῷ εἰσι. Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ; Οὐκ ἔστιν ὁ Θεὸς 26Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

The Greatest Commandment

Οἱ δὲ Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό. Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικός, πειράζων αὐτόν, 27καὶ λέγων, Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; Ὁ δὲ 28Ἰησοῦς 29ἔφη αὐτῷ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐν ὅλῃ 30καρδίᾳ σου, καὶ ἐν ὅλῃ 31ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. Αὕτη ἐστὶ 32πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα 33δὲ ὁμοία 34αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος 35καὶ οἱ προφῆται κρέμανται.

Whose Son Is the Christ?

Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς, λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ, Τοῦ 36Δαυίδ. Λέγει αὐτοῖς, Πῶς οὖν 37Δαυὶδ ἐν πνεύματι 38Κύριον αὐτὸν καλεῖ, λέγων,

Εἶπεν 39ὁ Κύριος τῷ Κυρίῳ μου,

Κάθου ἐκ δεξιῶν μου,

ἕως ἂν θῶ τοὺς ἐχθρούς σου 40ὑποπόδιον τῶν ποδῶν σου;

Εἰ οὖν 41Δαυὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; Καὶ οὐδεὶς ἐδύνατο 42αὐτῷ ἀποκριθῆναι λόγον· οὐδὲ ἐτόλμησέ τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Source notes (42)
  1. Footnote αυτοις εν παραβολαις ¦ εν παραβολαις αυτοις CT
  2. Footnote ητοιμασα ¦ ητοιμακα CT
  3. Footnote ο ¦ ος CT
  4. Footnote ο ¦ ος CT
  5. Footnote εις ¦ επι CT
  6. Footnote και ακουσας ο βασιλευς εκεινος ¦ ακουσας δε ο βασιλευς TR ¦ ακουσας δε ο βασιλευς εκεινος ANT ¦ ο δε βασιλευς CT
  7. Footnote αν KX(86) ¦ εαν KX(82) ANT CT
  8. Footnote οσους ¦ ους CT
  9. Footnote γαμος ¦ νυμφων WH
  10. Footnote ειπεν ο βασιλευς ¦ ο βασιλευς ειπε CT
  11. Footnote ποδας και χειρας KX(98) ¦ χειρας και ποδας KX(71) PCK
  12. Footnote αρατε αυτον και εκβαλετε ¦ εκβαλετε αυτον NA SBL WH
  13. Footnote λεγοντες ¦ λεγοντας TH WH
  14. Footnote ειπε ¦ ειπον SBL WH
  15. Footnote αυτω ¦ --- WH
  16. Footnote απηλθον ¦ απηλθαν CT
  17. Footnote οι KX(85) ¦ --- KX(85) CT
  18. Footnote μωσης ¦ μωυσης CT
  19. Footnote γαμησας ¦ γημας CT
  20. Footnote και ¦ --- CT
  21. Footnote ουν αναστασει ¦ αναστασει ουν CT
  22. Footnote γυνη ¦ η γυνη ANT
  23. Footnote εκγαμιζονται ¦ γαμιζονται CT
  24. Footnote του θεου ¦ θεου ANT SBL TH ¦ --- NA WH
  25. Footnote ουρανω ¦ τω ουρανω CT
  26. Footnote θεος ¦ --- CT
  27. Footnote και λεγων ¦ --- CT
  28. Footnote ιησους ¦ --- CT
  29. Footnote εφη ¦ ειπεν TR
  30. Footnote καρδια 𝔐16 ¦ τη καρδια 𝔐10 ANT NA PCK SBL TH TR
  31. Footnote ψυχη 𝔐14 ¦ τη ψυχη 𝔐12 ANT CT PCK TR
  32. Footnote πρωτη και μεγαλη ¦ η μεγαλη και πρωτη CT
  33. Footnote δε ¦ --- TH WH
  34. Footnote αὕτη 𝔐32 ¦ αὐτῇ 𝔐11 ANT HF NA RP SBL TR WH
  35. Footnote και οι προφηται κρεμανται ¦ κρεμαται και οι προφηται CT
  36. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  37. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  38. Footnote κυριον αυτον καλει ¦ καλει αυτον κυριον NA SBL WH ¦ καλει κυριον αυτον TH
  39. Footnote ο ¦ --- CT
  40. Footnote υποποδιον ¦ υποκατω CT
  41. Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
  42. Footnote αυτω αποκριθηναι 𝔐17 ¦ αποκριθηναι αυτω 𝔐8 CT PCK

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.