The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21
The Triumphal Entry
Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς 1Βηθσφαγὴ 2πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε 3ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητάς, λέγων αὐτοῖς, 4Πορεύθητε εἰς τὴν κώμην τὴν 5ἀπέναντι ὑμῶν, καὶ 6εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει· 7εὐθέως δὲ 8ἀποστέλλει αὐτούς. Τοῦτο δὲ 9ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος,
Εἴπατε τῇ θυγατρὶ Σιών,
Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι,
πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον
καὶ 10πῶλον υἱὸν ὑποζυγίου.
Πορευθέντες δὲ οἱ μαθηταί, καὶ ποιήσαντες καθὼς 11προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον· καὶ ἐπέθηκαν 12ἐπάνω αὐτῶν τὰ ἱμάτια 13αὐτῶν, καὶ 14ἐπεκάθισεν ἐπάνω αὐτῶν. Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν 15ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ· ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. Οἱ δὲ ὄχλοι οἱ 16προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες,
Ὡσαννὰ τῷ υἱῷ 17Δαυίδ·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα, Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιν 18Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ 19Ναζαρὲτ τῆς Γαλιλαίας.
Jesus Cleanses the Temple Courts
Καὶ εἰσῆλθεν 20ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν 21τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. Καὶ λέγει αὐτοῖς, Γέγραπται, Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν 22ἐποιήσατε σπήλαιον λῃστῶν.
Καὶ προσῆλθον αὐτῷ 23χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ· καὶ ἐθεράπευσεν αὐτούς. Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας 24κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ 25Δαυίδ, ἠγανάκτησαν, καὶ 26εἶπον αὐτῷ, Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων
κατηρτίσω αἶνον;
Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
Jesus Curses the Fig Tree
Πρωΐας δὲ 28ἐπανάγων εἰς τὴν πόλιν, ἐπείνασε. Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον· καὶ λέγει αὐτῇ, 29Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες, Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. Καὶ πάντα ὅσα 30ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες, 31λήψεσθε.
The Authority of Jesus Questioned
Καὶ 32ἐλθόντι αὐτῷ εἰς τὸ ἱερόν, 33προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τὸ βάπτισμα 34Ἰωάννου πόθεν ἦν; Ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο 35παρ᾽ ἑαυτοῖς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ 36ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ 37εἶπον, Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
The Parable of the Two Sons
Τί δὲ ὑμῖν δοκεῖ; 38Ἄνθρωπος εἶχε τέκνα δύο, 39καὶ προσελθὼν τῷ πρώτῳ εἶπε, Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί 40μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, 41Οὐ θέλω· ὕστερον δὲ μεταμεληθείς, ἀπῆλθε. 42Καὶ προσελθὼν τῷ 43ἑτέρῳ εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, 44Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; Λέγουσιν 45αὐτῷ, Ὁ 46πρῶτος. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἦλθε γὰρ 47πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες 48οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
The Parable of the Vineyard Owner
Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός 49τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνόν, καὶ ᾠκοδόμησε πύργον, καὶ 50ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργούς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν 51ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων· καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, Ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ 52κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα 53ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς,
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
παρὰ Κυρίου ἐγένετο αὕτη,
καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
Διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, 54ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.
Source notes (54)
- Footnote βηθσφαγη 𝔐17 ¦ βηθφαγη 𝔐6 CT TR
- Footnote προς ¦ εις NA SBL WH
- Footnote ο ¦ --- NA SBL WH
- Footnote πορευθητε ¦ πορευεσθε CT
- Footnote απεναντι ¦ κατεναντι CT
- Footnote ευθεως ¦ ευθυς WH
- Footnote ευθεως ¦ ευθυς CT
- Footnote αποστελλει ¦ αποστελει CT TR
- Footnote ολον ¦ --- CT
- Footnote πωλον ¦ επι πωλον CT
- Footnote προσεταξεν ¦ συνεταξεν NA SBL WH
- Footnote επανω ¦ επ CT
- Footnote αυτων ¦ --- CT
- Footnote επεκαθισεν ¦ επεκαθισαν SCR
- Footnote ἑαυτῶν ¦ αὐτῶν PCK
- Footnote προαγοντες ¦ προαγοντες αυτον CT
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote ιησους ο προφητης ¦ ο προφητης ιησους CT
- Footnote ναζαρετ ¦ ναζαρεθ CT SCR
- Footnote ο ¦ --- CT
- Footnote του θεου 96.3% ¦ --- CT 3.4%
- Footnote εποιησατε ¦ ποιειτε CT
- Footnote χωλοι και τυφλοι ¦ τυφλοι και χωλοι CT TR
- Footnote κραζοντας ¦ τους κραζοντας CT
- Footnote δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
- Footnote ειπον ¦ ειπαν CT
- Footnote πρωιας ¦ πρωι CT
- Footnote επαναγων ¦ επαναγαγων WH
- Footnote μηκετι ¦ ου μηκετι WH
- Footnote εαν KX(106) ¦ αν KX(50) CT TR
- Footnote ληψεσθε ¦ λημψεσθε CT
- Footnote ελθοντι αυτω ¦ ελθοντος αυτου CT
- Footnote προσηλθον ¦ προσηλθαν WH
- Footnote ιωαννου ¦ το ιωαννου NA SBL TH ¦ το ιωανου WH
- Footnote παρ ¦ εν NA SBL WH
- Footnote εχουσι τον ιωαννην ως προφητην ¦ ως προφητην εχουσι τον ιωαννην NA SBL TH ¦ ως προφητην εχουσι τον ιωανην WH
- Footnote ειπον ¦ ειπαν NA SBL WH
- Footnote ανθρωπος ¦ ανθρωπος τις ANT PCK
- Footnote και ¦ --- SBL WH
- Footnote μου ¦ --- CT
- Footnote ου θελω υστερον δε μεταμεληθεις ¦ εγω κυριε και ουκ WH
- Footnote και προσελθων ¦ προσελθων δε CT
- Footnote ετερω KX(102) ¦ δευτερω KX(69) ANT RP SBL TH TR WH
- Footnote εγω κυριε και ουκ ¦ ου θελω υστερον μεταμεληθεις WH
- Footnote αυτω ¦ --- CT
- Footnote πρωτος ¦ υστερος WH
- Footnote προς υμας ιωαννης ¦ ιωαννης προς υμας NA SBL TH ¦ ιωανης προς υμας WH
- Footnote ου ¦ ουδε CT
- Footnote τις 𝔐18 ¦ --- 𝔐8 CT
- Footnote εξεδοτο ¦ εξεδετο NA SBL WH
- Footnote εδειραν ¦ εδηραν PCK
- Footnote κατασχωμεν ¦ σχωμεν CT
- Footnote εκδωσεται ¦ εκδοσεται TR
- Footnote επειδη ως ¦ επει εις CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.