The Text-Critical Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21
Jesus Appears to Seven Disciples
Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν 1πάλιν 2ὁ Ἰησοῦς τοῖς 3μαθηταῖς 4ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. 5Ἐξῆλθον καὶ 6ἐνέβησαν εἰς τὸ πλοῖον 7εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
Πρωΐας δὲ ἤδη 8γενομένης ἔστη 9ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς 10ὁ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι 11ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, 12ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 13Ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον 14ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς 15δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται 16οὖν 17ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη 18ὁ Ἰησοῦς τοῖς μαθηταῖς 19αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
Tend My Sheep
Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων 20Ἰωνᾶ, ἀγαπᾷς με 21πλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων 22Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ 23πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον, Σίμων 24Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ 25εἶπεν αὐτῷ, Κύριε, 26σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ 27ὁ Ἰησοῦς, Βόσκε τὰ 28πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος 29σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι.
The Beloved Disciple and His Book
Ἐπιστραφεὶς 30δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 31Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ 32ἀκολούθει μοι. Ἐξῆλθεν οὖν 33ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· 34καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ 35γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής 36ἐστιν ἡ μαρτυρία αὐτοῦ.
Ἔστι δὲ καὶ ἄλλα πολλὰ 37ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, 38οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον 39χωρῆσαι τὰ γραφόμενα βιβλία. 40
Ἀμήν.41
Source notes (41)
- Footnote παλιν ¦ --- PCK
- Footnote ο ¦ --- WH
- Footnote μαθηταις KX(75) ¦ μαθηταις αυτου KX(75) PCK
- Footnote επι ¦ εγερθεις εκ νεκρων επι PCK
- Footnote εξηλθον ¦ εξηλθαν WH
- Footnote ενεβησαν ¦ ανεβησαν TR
- Footnote ευθυς ¦ --- CT
- Footnote γενομενης ¦ γινομενης WH
- Footnote ο ¦ --- CT
- Footnote ο ¦ --- WH
- Footnote ισχυσαν ¦ ισχυον CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote ανεβη ¦ ανεβη ουν CT
- Footnote επι της γης ¦ εις την γην CT
- Footnote δε ¦ --- WH
- Footnote ουν ¦ --- CT
- Footnote ο ¦ --- NA WH
- Footnote ο ¦ --- NA WH
- Footnote αυτου ¦ --- CT
- Footnote ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
- Footnote πλειον ¦ πλεον CT
- Footnote ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
- Footnote προβατα ¦ προβατια WH
- Footnote ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
- Footnote ειπεν ¦ λεγει NA
- Footnote συ παντα ¦ παντα συ CT
- Footnote ο ¦ --- WH
- Footnote προβατα ¦ προβατια WH
- Footnote σε ζωσει ¦ ζωσει σε TH WH
- Footnote δε ¦ --- CT
- Footnote τουτον ¦ τουτον ουν CT
- Footnote ακολουθει μοι ¦ μοι ακολουθει CT
- Footnote ο λογος ουτος ¦ ουτος ο λογος CT
- Footnote και ουκ ειπεν ¦ ουκ ειπεν δε CT
- Footnote γραψας ¦ ο γραψας NA SBL WH
- Footnote εστιν η μαρτυρια αυτου ¦ αυτου η μαρτυρια εστιν NA SBL WH
- Footnote οσα ¦ α CT
- Footnote ουδε ¦ ουδ CT
- Footnote χωρησαι ¦ χωρησειν SBL WH
- Footnote αμην ¦ --- CT
- Footnote The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους λβ΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.