The Text-Critical Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19
Τότε οὖν ἔλαβεν ὁ 1Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε. Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ 2ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ 3ἐδίδουν αὐτῷ ῥαπίσματα. 4Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ 5Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι 6ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω. Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, 7Ἴδε, ὁ ἄνθρωπος. Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον 8αὐτόν. Λέγει αὐτοῖς ὁ 9Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον 10ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι 11ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.
Ὅτε οὖν ἤκουσεν ὁ 12Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ 13Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω 14σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; 15Ἀπεκρίθη 16Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν 17οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν 18σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ 19παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. Ἐκ τούτου 20ἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι 21ἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα 22ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.
Ὁ οὖν 23Πιλάτος ἀκούσας 24τούτων τῶν λόγων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ 25τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ 26Γαββαθᾶ· ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα 27δὲ 28ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν. 29Οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ 30Πιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
The Crucifixion
Παρέλαβον 31δὲ τὸν Ἰησοῦν 32καὶ ἤγαγον· καὶ βαστάζων 33τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς 34τόπον λεγόμενον Κρανίου Τόπον, 35ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ· ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. Ἔγραψε δὲ καὶ τίτλον ὁ 36Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν 37ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, 38Ἑλληνιστί, Ῥωμαϊστί. Ἔλεγον οὖν τῷ 39Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπε, Βασιλεύς 40εἰμι τῶν Ἰουδαίων. Ἀπεκρίθη ὁ 41Πιλάτος, Ὃ γέγραφα, γέγραφα.
Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν 42τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν 43ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου. 44Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ 45ἡ λέγουσα,
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. 46
Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ 47αὐτοῦ, Γύναι, 48ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ, 49Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν 50ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
The Death of Jesus
Μετὰ τοῦτο 51ἰδὼν ὁ Ἰησοῦς ὅτι 52πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ. Σκεῦος 53οὖν ἔκειτο ὄξους μεστόν· 54οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε, Τετέλεσται· καὶ 55κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.
Jesus' Side Is Pierced
Οἱ οὖν Ἰουδαῖοι, 56ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν—ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου—ἠρώτησαν τὸν 57Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ 58συσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον 59αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ 60εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή 61ἐστιν αὐτοῦ ἡ μαρτυρία, 62κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα 63ὑμεῖς 64πιστεύσητε. Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται 65αὐτοῦ. Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
The Burial of Jesus
Μετὰ ταῦτα ἠρώτησε τὸν 67Πιλάτον 68Ἰωσὴφ 69ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ 70Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα 71τοῦ Ἰησοῦ. Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς 72τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων 73μίγμα σμύρνης καὶ ἀλόης 74ὡς λίτρας ἑκατόν. Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ 75ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς 76ἐτέθη. Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
Source notes (76)
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote ελεγον ¦ ηρχοντο προς αυτον και ελεγον CT
- Footnote εδιδουν ¦ εδιδοσαν CT
- Footnote εξηλθεν ουν ¦ και εξηλθε CT
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote εν αυτω ουδεμιαν αιτιαν ευρισκω ¦ ουδεμιαν αιτιαν ευρισκω εν αυτω NA SBL WH
- Footnote ιδε ¦ ιδου CT
- Footnote αυτον ¦ --- CT TR
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote ημων ¦ --- CT
- Footnote εαυτον θεου υιον 𝔐20 ¦ εαυτον υιον θεου 𝔐11 PCK RP ST ¦ εαυτον υιον του θεου SCR ¦ υιον θεου εαυτον CT
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote σταυρωσαι … απολυσαι ¦ απολυσαι … σταυρωσαι CT
- Footnote απεκριθη ¦ απεκριθη αυτω CT
- Footnote ιησους ¦ ο ιησους TR
- Footnote ουδεμιαν κατ εμου ¦ κατ εμου ουδεμιαν CT
- Footnote σοι δεδομενον ¦ δεδομενον σοι CT
- Footnote παραδιδους ¦ παραδους CT
- Footnote εζητει ο πιλατος ¦ ο πιλατος εζητει NA SBL ¦ ο πειλατος εζητει TH WH
- Footnote εκραζον ¦ εκραυγασαν CT
- Footnote εαυτον ¦ αυτον TR
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote τουτον τον λογον 𝔐15 ¦ τουτων των λογων 𝔐15 ¦ των λογων τουτων CT
- Footnote του ¦ --- CT
- Footnote γαββαθα 𝔐pt ¦ γαβαθα 𝔐pt PCK
- Footnote δε ¦ ην CT PCK
- Footnote ωσει 𝔐pt ¦ ως 𝔐pt CT
- Footnote οι δε εκραυγασαν ¦ εκραυγασαν ουν εκεινοι CT
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote δε ¦ ουν CT
- Footnote και ηγαγον ¦ και απηγαγον TR ¦ --- CT
- Footnote τὸν σταυρὸν αὐτοῦ ¦ ἑαυτῷ τὸν σταυρὸν NA TH ¦ αὑτῷ τὸν σταυρὸν SBL WH
- Footnote τοπον ¦ τον ANT CT PCK TR
- Footnote ος ¦ ο CT
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote ο τοπος της πολεως ¦ της πολεως ο τοπος ANT TR
- Footnote ελληνιστι ρωμαιστι ¦ ρωμαιστι ελληνιστι CT
- Footnote πιλατω ¦ πειλατω TH WH
- Footnote ειμι των ιουδαιων ¦ των ιουδαιων ειμι SBL WH
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote τεσσαρα ¦ τεσσερα TH WH
- Footnote αραφος ¦ αρραφος ANT PCK TR
- Footnote ειπον ¦ ειπαν NA SBL WH
- Footnote η λεγουσα ¦ --- WH
- Footnote ειστηκεισαν ¦ ιστηκεισαν TH WH
- Footnote αυτου ¦ --- CT
- Footnote ιδου KX(69) ¦ ιδε KX(75) ANT CT HF PCK
- Footnote ιδου ¦ ιδε CT
- Footnote ο μαθητης αυτην ¦ αυτην ο μαθητης TR
- Footnote ιδων 𝔐pt ¦ ειδως 𝔐pt ANT CT PCK TR
- Footnote παντα ηδη ¦ ηδη παντα CT PCK
- Footnote ουν ¦ --- CT
- Footnote οι δε πλησαντες σπογγον οξους και ¦ σπογγον ουν μεστον του οξους CT
- Footnote κλινας ¦ κλεινας TH
- Footnote ινα … σαββατω επει παρασκευη ην ¦ επει παρασκευη ην ινα … σαββατω CT SCR
- Footnote πιλατον ¦ πειλατον TH WH
- Footnote συσταυρωθεντος ¦ συνσταυρωθεντος TH WH
- Footnote αυτον ηδη ¦ ηδη αυτον CT
- Footnote ευθεως εξηλθεν ¦ ευθυς εξηλθεν TR ¦ εξηλθεν ευθυς CT
- Footnote εστιν αυτου η μαρτυρια 𝔐pt ¦ αυτου εστιν η μαρτυρια 𝔐pt ANT CT TR ¦ εστιν η μαρτυρια αυτου PCK
- Footnote κακεινος ¦ και εκεινος CT
- Footnote υμεις ¦ και υμεις ANT CT
- Footnote πιστευσητε ¦ πιστευητε SBL TH WH
- Footnote αυτου 𝔐24 ¦ απ αυτου 𝔐7 PCK RP
- Footnote μετα ¦ μετα δε ANT CT TR
- Footnote πιλατον ¦ πειλατον TH WH
- Footnote ιωσηφ 𝔐17 ¦ ο ιωσηφ 𝔐14 HF TR
- Footnote ο ¦ --- SBL TH WH
- Footnote πιλατος ¦ πειλατος TH WH
- Footnote του ιησου ¦ αυτου CT
- Footnote τον ιησουν ¦ αυτον CT
- Footnote μιγμα ¦ ελιγμα WH
- Footnote ως KX(95) ¦ ωσει KX(53) TR
- Footnote εν ¦ --- CT TR
- Footnote ετεθη ¦ ην τεθειμενος CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.