Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18

Jesus Arrested

Ταῦτα εἰπὼν 1ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου 2τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη 3ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ 4Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτόν, 5ἐξελθὼν εἶπεν αὐτοῖς, Τίνα ζητεῖτε; Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς 6ὁ Ἰησοῦς, Ἐγώ εἰμι. 7Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν. Ὡς οὖν εἶπεν αὐτοῖς 8ὅτι Ἐγώ εἰμι, 9ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ 10ἔπεσον χαμαί. Πάλιν οὖν 11αὐτοὺς ἐπηρώτησε, Τίνα ζητεῖτε; Οἱ δὲ 12εἶπον, Ἰησοῦν τὸν Ναζωραῖον. Ἀπεκρίθη 13Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ 14ὠτίον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν 15μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;

Jesus Brought Before Annas

Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, καὶ 16ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον 17ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.

Peter Denies Jesus

Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ 18ὁ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος 19εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος 20ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον. Λέγει οὖν 21ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος, Οὐκ εἰμί. 22Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ 23μετ᾽ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.

The High Priest Questions Jesus

Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. Ἀπεκρίθη αὐτῷ 24ὁ Ἰησοῦς, Ἐγὼ παρρησίᾳ 25ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν 26συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου 27πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. Τί με 28ἐπερωτᾷς; 29Ἐπερώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς 30τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; Ἀπεκρίθη αὐτῷ 31ὁ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με 32δέρεις; 33Ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.

Peter Denies Jesus Again

Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο 34οὖν ἐκεῖνος, καὶ εἶπεν, Οὐκ εἰμί. Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ; Πάλιν οὖν ἠρνήσατο 35ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

Jesus Brought Before Pilate

Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ 36πρωΐ, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, 37ἀλλ᾽ ἵνα φάγωσι τὸ Πάσχα. Ἐξῆλθεν οὖν ὁ 38Πιλάτος 39πρὸς αὐτούς, καὶ εἶπε, Τίνα κατηγορίαν φέρετε 40κατὰ τοῦ ἀνθρώπου τούτου; Ἀπεκρίθησαν καὶ 41εἶπον αὐτῷ, Εἰ μὴ ἦν οὗτος 42κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Εἶπεν οὖν αὐτοῖς 43ὁ 44Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον 45οὖν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ 46ἔμελλεν ἀποθνῄσκειν.

Εἰσῆλθεν οὖν 47εἰς τὸ πραιτώριον πάλιν ὁ 48Πιλάτος, καὶ ἐφώνησε τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 49Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, 50Ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ 51ἄλλοι σοι εἶπον περὶ ἐμοῦ; Ἀπεκρίθη ὁ 52Πιλάτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; Ἀπεκρίθη 53Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται 54ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. Εἶπεν οὖν αὐτῷ ὁ 55Πιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη 56Ἰησοῦς, Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι 57ἐγώ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. Λέγει αὐτῷ ὁ 58Πιλάτος, Τί ἐστιν ἀλήθεια;

The Crowd Calls For Jesus' Crucifixion

Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν 59αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Ἔστι δὲ συνήθεια 60ὑμῖν, ἵνα ἕνα 61ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθε οὖν 62ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων; Ἐκραύγασαν οὖν 63πάλιν πάντες, λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Source notes (63)
  1. Footnote ο [96%] ¦ --- NA SBL WH [0.2%]
  2. Footnote των [93.3%] ¦ του NA SBL [1.3%]
  3. Footnote ο 𝔐510 [58.7%] ¦ και ο 𝔐496 ANT HF [35.8%] ¦ --- NA SBL WH [0.3%]
  4. Footnote φαρισαιων [96.3%] ¦ εκ των φαρισαιων CT [0.4%]
  5. Footnote εξελθων ειπεν [96.8%] ¦ εξηλθε και λεγει CT [1.4%]
  6. Footnote ο ιησους [97%] ¦ --- NA SBL WH [2.4%]
  7. Footnote ειστηκει ¦ ιστηκει TH WH
  8. Footnote οτι [94.6%] ¦ --- CT [5.3%]
  9. Footnote απηλθον [99.1%] ¦ απηλθαν TH WH [0.2%]
  10. Footnote επεσον [98.3%] ¦ επεσαν CT [1.2%]
  11. Footnote αυτους επηρωτησε [73.1%] ¦ αυτοις επηρωτησε MSS [18%] ¦ επηρωτησεν αυτους CT [5.1%]
  12. Footnote ειπον [98.9%] ¦ ειπαν NA SBL WH [0.3%]
  13. Footnote ιησους [81%] ¦ ο ιησους TR [14%]
  14. Footnote ωτιον [97.4%] ¦ ωταριον CT [0.6%]
  15. Footnote μαχαιραν 𝔐497 [51.5%] ¦ μαχαιραν σου 𝔐522 HF TR [43.5%]
  16. Footnote απηγαγον αυτον [87.1%] ¦ απηγαγον MSS [8.9%] ¦ ηγαγον CT [0.4%]
  17. Footnote απολεσθαι [92.3%] ¦ αποθανειν CT [6.4%]
  18. Footnote ο [97.1%] ¦ --- CT SCR [2.8%]
  19. Footnote ειστηκει ¦ ιστηκει TH WH
  20. Footnote ος ην γνωστος τω αρχιερει [98.4%] ¦ ο γνωστος του αρχιερεως CT [0.1%]
  21. Footnote η παιδισκη η θυρωρος τω πετρω [97.5%] ¦ τω πετρω η παιδισκη η θυρωρος CT [1.1%]
  22. Footnote ειστηκεισαν ¦ ιστηκεισαν TH WH
  23. Footnote μετ αυτων ο πετρος [92.4%] ¦ και ο πετρος μετ αυτων CT [1.6%]
  24. Footnote ο [92.7%] ¦ --- CT [1.9%]
  25. Footnote ελαλησα [90.3%] ¦ λελαληκα CT [4.3%]
  26. Footnote συναγωγη [82.7%] ¦ τη συναγωγη TR [12.3%]
  27. Footnote παντοτε [78.2%] ¦ παντες CT [12.5%]
  28. Footnote επερωτας [95.9%] ¦ ερωτας CT [3.2%]
  29. Footnote επερωτησον [93%] ¦ ερωτησον CT [5.2%]
  30. Footnote των υπηρετων παρεστηκως [94.5%] ¦ παρεστηκως των υπηρετων CT [0.4%]
  31. Footnote ο [96.6%] ¦ --- CT [1.2%]
  32. Footnote δερεις 𝔐776 [63.8%] ¦ δαιρεις 𝔐276 PCK [35.8%]
  33. Footnote απεστειλεν [84.2%] ¦ απεστειλεν ουν CT SCR [8.1%] ¦ απεστειλεν δε MSS [7%]
  34. Footnote ουν 𝔐756 [68.5%] ¦ --- 𝔐282 CT TR [29.7%]
  35. Footnote ο [70.5%] ¦ --- CT [24.7%]
  36. Footnote πρωι 𝔐544 [58.2%] ¦ πρωια 𝔐440 TR [36.4%]
  37. Footnote αλλ ινα [96.1%] ¦ αλλα CT [3%]
  38. Footnote πιλατος ¦ πειλατος TH WH
  39. Footnote προς αυτους και ειπε [82.3%] ¦ εξω προς αυτους και ειπε MSS [9.5%] ¦ εξω προς αυτους και φησι CT [1.7%]
  40. Footnote κατα [99.1%] ¦ --- WH [0.2%]
  41. Footnote ειπον [98.8%] ¦ ειπαν CT [0.5%]
  42. Footnote κακοποιος [99.2%] ¦ κακον ποιων CT [0.3%]
  43. Footnote ο [97.2%] ¦ --- WH [0.3%]
  44. Footnote πιλατος ¦ πειλατος TH WH
  45. Footnote ουν [82.3%] ¦ δε MSS [11.5%] ¦ --- NA SBL WH [1.2%]
  46. Footnote εμελλεν 𝔐598 [60.6%] ¦ ημελλεν 𝔐450 ANT CT HF TR [39.3%]
  47. Footnote εις το πραιτωριον παλιν [89%] ¦ παλιν εις το πραιτωριον CT [7.4%]
  48. Footnote πιλατος ¦ πειλατος TH WH
  49. Footnote απεκριθη αυτω ο [85.7%] ¦ απεκρινατο MSS [6.4%] ¦ απεκριθη CT [1.1%]
  50. Footnote αφ εαυτου [98.8%] ¦ απο σεαυτου CT [1%]
  51. Footnote αλλοι σοι ειπον [90.1%] ¦ αλλος σοι ειπε MSS [6.8%] ¦ αλλοι ειπον σοι CT [0.7%]
  52. Footnote πιλατος ¦ πειλατος TH WH
  53. Footnote ιησους [89%] ¦ ο ιησους TR [10.6%]
  54. Footnote αν οι εμοι ηγωνιζοντο [93.6%] ¦ οι εμοι ηγωνιζοντο αν CT [2.8%]
  55. Footnote πιλατος ¦ πειλατος TH WH
  56. Footnote ιησους 𝔐551 [57.1%] ¦ ο ιησους 𝔐487 CT TR [41.4%]
  57. Footnote εγω [94.2%] ¦ --- CT [4.2%]
  58. Footnote πιλατος ¦ πειλατος TH WH
  59. Footnote αιτιαν ευρισκω εν αυτω [95.9%] ¦ ευρισκω εν αυτω αιτιαν CT [1.4%]
  60. Footnote υμιν ¦ ημιν PCK {Note: Morrill does not document the PCK variant in his collation.}
  61. Footnote υμιν απολυσω [82.4%] ¦ απολυσω υμιν CT [8.5%]
  62. Footnote υμιν απολυσω [75%] ¦ απολυσω υμιν CT [10.6%] ¦ ινα απολυσω υμιν MSS [5.8%]
  63. Footnote παλιν παντες [53.5%] ¦ παντες PCK [30.2%] ¦ παλιν CT [12%]

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.