The Text-Critical Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12
Mary Anoints Jesus' Feet
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος 1ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ 2νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν 3τῶν 4ἀνακειμένων σὺν αὐτῷ. Ἡ οὖν 5Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει 6οὖν 7εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι, Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, 8ἀλλ᾽ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον 9εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ Ἰησοῦς, Ἄφες αὐτήν· 10εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου 11τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
The Plot to Kill Lazarus
Ἔγνω οὖν 12ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ 13ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν· ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
The Triumphal Entry
Τῇ ἐπαύριον 14ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται 15Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς 16ὑπάντησιν αὐτῷ, καὶ 17ἔκραζον,
Ὡσαννά·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, 18
βασιλεὺς τοῦ Ἰσραήλ.
Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾽ 19αὐτό, καθώς ἐστι γεγραμμένον,
ἰδού, ὁ βασιλεύς σου ἔρχεται,
καθήμενος ἐπὶ πῶλον ὄνου.
Ταῦτα 22δὲ οὐκ ἔγνωσαν 23οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον· ἀλλ᾽ ὅτε ἐδοξάσθη 24Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι 25ἤκουσε τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Οἱ οὖν Φαρισαῖοι 26εἶπον πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
Some Greeks Wish to See Jesus
Ἦσαν δέ 27τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· οὗτοι οὖν 28προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ἔρχεται 29Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· 30καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος 31λέγουσι τῷ Ἰησοῦ. Ὁ δὲ Ἰησοῦς 32ἀπεκρίνατο αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ 33ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ 34διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· 35καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
Jesus Speaks About His Death
Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον, Ἄγγελος αὐτῷ λελάληκεν. Ἀπεκρίθη 36Ἰησοῦς καὶ εἶπεν, Οὐ δι᾽ ἐμὲ 37αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ 38ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Τοῦτο δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ 39ἔμελλεν ἀποθνῄσκειν. 40Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος, Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς 41σὺ λέγεις, Δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον τὸ φῶς 42μεθ᾽ ὑμῶν ἐστι. Περιπατεῖτε 43ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. 44Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
The Unbelief of the People
Ταῦτα ἐλάλησεν 45ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν· ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε,
Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας,
Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς,
καὶ 46πεπώρωκεν αὐτῶν τὴν καρδίαν·
ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς,
καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ 47ἐπιστραφῶσι,
καὶ 48ἰάσωμαι αὐτούς.
Ταῦτα εἶπεν Ἠσαΐας, 49ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
Jesus' Words Will Judge the World
Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν, Ὁ πιστεύων εἰς ἐμέ, οὐ πιστεύει εἰς ἐμέ, 50ἀλλ᾽ εἰς τὸν πέμψαντά με· καὶ ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμέ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ 51πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα· ἀλλ᾽ ὁ πέμψας με πατήρ, αὐτός μοι ἐντολὴν 52ἔδωκε, τί εἴπω καὶ τί λαλήσω. Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν 53λαλῶ ἐγώ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.
Source notes (53)
- Footnote ο τεθνηκως ¦ --- CT
- Footnote νεκρων ¦ νεκρων ιησους NA SBL WH ¦ νεκρων ο ιησους TH
- Footnote των ¦ εκ των CT
- Footnote ανακειμενων συν ¦ συνανακειμενων TR
- Footnote μαρια ¦ μαριαμ NA SBL WH
- Footnote ουν ¦ δε CT
- Footnote εις εκ των μαθητων αυτου ιουδας σιμωνος ισκαριωτης ¦ ιουδας ο ισκαριωτης εις εκ των μαθητων αυτου NA ¦ ιουδας ο ισκαριωτης εις των μαθητων αυτου SBL TH WH
- Footnote αλλ 𝔐32 ¦ αλλα 𝔐0 HF SCR
- Footnote ειχε και ¦ εχων CT
- Footnote εις ¦ ινα εις CT
- Footnote τετηρηκεν ¦ τηρηση CT
- Footnote οχλος ¦ ο οχλος NA TH WH
- Footnote ηλθον ¦ ηλθαν WH
- Footnote οχλος ¦ ο οχλος NA SBL WH
- Footnote ιησους ¦ ο ιησους NA PCK SBL TH TR
- Footnote υπαντησιν ¦ απαντησιν PCK
- Footnote εκραζον ¦ εκραυγαζον CT
- Footnote βασιλευς ¦ ο βασιλευς TR ¦ και ο βασιλευς CT
- Footnote αυτο ¦ αυτω PCK
- Footnote θυγατερ ¦ θυγατηρ CT
- Footnote σιων ¦ σειων TH
- Footnote δε ¦ --- CT
- Footnote οι μαθηται αυτου ¦ αυτου οι μαθηται CT
- Footnote ιησους KX(79) ¦ ο ιησους KX(82) ANT HF PCK TR
- Footnote ηκουσε ¦ ηκουσαν ANT CT
- Footnote ειπον ¦ ειπαν CT
- Footnote τινες ελληνες ¦ ελληνες τινες CT
- Footnote προσηλθον ¦ προσηλθαν WH
- Footnote φιλιππος ¦ ο φιλιππος CT
- Footnote και παλιν ¦ ερχεται CT
- Footnote λεγουσι ¦ και λεγουσιν CT
- Footnote απεκρινατο ¦ αποκρινεται CT
- Footnote απολεσει ¦ απολλυει CT
- Footnote διακονη τις ¦ τις διακονη CT
- Footnote και ¦ --- CT
- Footnote ιησους και ειπεν KX(74) ¦ ο ιησους και ειπεν KX(85) ANT HF TR ¦ και ειπεν ιησους WH
- Footnote αυτη η φωνη ¦ η φωνη αυτη CT
- Footnote εαν ¦ αν WH
- Footnote εμελλεν 𝔐pt ¦ ημελλεν 𝔐pt ANT CT PCK TR
- Footnote απεκριθη ¦ απεκριθη ουν CT
- Footnote συ λεγεις ¦ συ λεγεις οτι TR ¦ λεγεις συ οτι CT
- Footnote μεθ υμων ¦ εν υμιν CT
- Footnote εως ¦ ως CT
- Footnote εως ¦ ως CT
- Footnote ο ¦ --- CT
- Footnote πεπωρωκεν ¦ επωρωσεν CT
- Footnote επιστραφωσι ¦ στραφωσι CT
- Footnote ιασωμαι KX(89) ¦ ιασομαι KX(69) ANT CT
- Footnote οτε ¦ οτι CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote πιστευση ¦ φυλαξη CT
- Footnote εδωκε ¦ δεδωκε CT
- Footnote λαλω εγω ¦ εγω λαλω CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.