The Text-Critical Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11
The Death of Lazarus
Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. Ἦν δὲ 1Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν 2αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς. Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας. Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς, Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. Λέγουσιν αὐτῷ οἱ μαθηταί, 3Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; Ἀπεκρίθη 4Ἰησοῦς, Οὐχὶ δώδεκά 5εἰσιν ὧραι τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει. Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 6Εἶπον οὖν οἱ μαθηταὶ 7αὐτοῦ, Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ, Λάζαρος ἀπέθανε. Καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· 8ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. Εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, τοῖς 9συμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
I Am the Resurrection and the Life
Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας 10ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ. Ἦν δὲ 11ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε· 12καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς 13τὰς περὶ Μάρθαν καὶ 14Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ 15αὐτῶν. Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτι 16Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· 17Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. Εἶπεν οὖν 18Μάρθα πρὸς 19τὸν Ἰησοῦν, Κύριε, εἰ ἦς ὧδε, 20ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει. 21Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἀναστήσεται ὁ ἀδελφός σου. Λέγει αὐτῷ 22Μάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο; Λέγει αὐτῷ, Ναί, Κύριε· ἐγὼ πεπίστευκα, ὅτι σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
Jesus Weeps
Καὶ 23ταῦτα εἰποῦσα ἀπῆλθε, καὶ ἐφώνησε 24Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ, 25εἰποῦσα, Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε. 26Ἐκείνη ὡς ἤκουσεν, 27ἐγείρεται ταχὺ καὶ 28ἔρχεται πρὸς αὐτόν. Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ 29ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν 30Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, 31λέγοντες ὅτι Ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ. Ἡ οὖν 32Μαρία, ὡς ἦλθεν ὅπου ἦν 33ὁ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν 34αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν 35ἀπέθανέ μου ὁ ἀδελφός. Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπε, Ποῦ τεθείκατε αὐτόν; Λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν. Τινὲς δὲ ἐξ αὐτῶν 36εἶπον, Οὐκ 37ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
Jesus Raises Lazarus
Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ. Λέγει ὁ Ἰησοῦς, Ἄρατε τὸν λίθον. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ 38τεθνηκότος Μάρθα, Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, 39ὄψει τὴν δόξαν τοῦ Θεοῦ; Ἦραν οὖν τὸν λίθον, 40οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασε, Λάζαρε, δεῦρο ἔξω. 41Καὶ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει 42αὐτοῖς ὁ Ἰησοῦς, Λύσατε αὐτόν, καὶ 43ἄφετε ὑπάγειν.
The Plot to Kill Jesus
Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν 44Μαρίαν καὶ θεασάμενοι 45ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶ 46εἶπον αὐτοῖς 47ἃ ἐποίησεν 48ὁ Ἰησοῦς. Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν; Ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ 49σημεῖα ποιεῖ. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ 50διαλογίζεσθε ὅτι συμφέρει 51ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, 52ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, 53προεφήτευσεν ὅτι 54ἔμελλεν 55Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. Ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας 56συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. 57
Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, 58ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖ 59διέτριβε μετὰ τῶν μαθητῶν 60αὐτοῦ.
Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί 61δοκεῖ ὑμῖν; Ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; Δεδώκεισαν δὲ 62καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι 63ἐντολήν, ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
Source notes (63)
- Footnote μαρια ¦ μαριαμ NA SBL WH
- Footnote αυτης 𝔐pt ¦ εαυτης 𝔐pt PCK
- Footnote ραββι ¦ ραββει TH WH
- Footnote ιησους ¦ ο ιησους TR
- Footnote εισιν ωραι 𝔐pt ¦ ωραι εισι 𝔐pt CT PCK
- Footnote ειπον ¦ ειπαν NA SBL WH
- Footnote αυτου ¦ αυτω CT
- Footnote αλλα ¦ αλλ ANT NA28 TR
- Footnote συμμαθηταις ¦ συνμαθηταις TH WH
- Footnote ημερας ηδη ¦ ηδη ημερας CT
- Footnote η ¦ --- WH
- Footnote και πολλοι ¦ πολλοι δε CT
- Footnote τας περι ¦ την CT
- Footnote μαριαν ¦ μαριαμ CT
- Footnote αυτων ¦ --- CT
- Footnote ιησους ¦ ο ιησους ANT TR
- Footnote μαρια ¦ μαριαμ NA WH
- Footnote μαρθα ¦ η μαρθα ANT CT TR
- Footnote τον ¦ --- WH
- Footnote ο αδελφος μου ουκ αν ετεθνηκει ¦ ουκ αν απεθανεν ο αδελφος μου NA SBL WH
- Footnote αλλα ¦ --- SBL WH
- Footnote μαρθα ¦ η μαρθα NA SBL WH
- Footnote ταυτα ¦ τουτο CT
- Footnote μαριαν ¦ μαριαμ CT
- Footnote ειπουσα ¦ ειπασα WH
- Footnote εκεινη ¦ εκεινη δε CT
- Footnote εγειρεται ¦ ηγερθη CT
- Footnote ερχεται ¦ ηρχετο CT
- Footnote ην ¦ ην ετι CT
- Footnote μαριαν ¦ μαριαμ CT
- Footnote λεγοντες ¦ δοξαντες CT
- Footnote μαρια ¦ μαριαμ NA SBL WH
- Footnote ο ¦ --- CT
- Footnote αυτου εις τους ποδας ¦ εις τους ποδας αυτου TR ¦ αυτου προς τους ποδας CT
- Footnote απεθανε μου ¦ μου απεθανεν CT
- Footnote ειπον ¦ ειπαν NA SBL WH
- Footnote ηδυνατο ¦ εδυνατο CT
- Footnote τεθνηκοτος ¦ τετελευτηκοτος CT
- Footnote οψει 𝔐pt ¦ οψη 𝔐pt CT
- Footnote ου ην ο τεθνηκως κειμενος ¦ --- CT
- Footnote και ¦ --- CT
- Footnote αυτοις ο ιησους ¦ ο ιησους αυτοις WH
- Footnote αφετε ¦ αφετε αυτον CT
- Footnote μαριαν ¦ μαριαμ CT
- Footnote α εποιησεν ο ιησους ¦ α εποιησεν NA SBL TH ¦ ο εποιησεν WH
- Footnote ειπον ¦ ειπαν NA SBL WH
- Footnote α ¦ οσα PCK
- Footnote ο ¦ --- NA SBL WH
- Footnote σημεια ποιει ¦ ποιει σημεια CT
- Footnote διαλογιζεσθε ¦ λογιζεσθε CT
- Footnote ημιν ¦ υμιν CT
- Footnote αλλα ¦ αλλ NA28
- Footnote προεφητευσεν ¦ επροφητευσεν CT
- Footnote εμελλεν ¦ ημελλεν TH
- Footnote ιησους ¦ ο ιησους ANT PCK TR
- Footnote συνεβουλευσαντο ¦ εβουλευσαντο CT
- Footnote ιησους ουν ¦ ο ουν ιησους CT
- Footnote αλλα ¦ αλλ NA28
- Footnote διετριβε ¦ εμεινε CT
- Footnote αυτου ¦ --- CT
- Footnote δοκει υμιν ¦ υμιν δοκει PCK
- Footnote και ¦ --- CT
- Footnote εντολην ¦ εντολας CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.