The Text-Critical Greek New Testament
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 5
Fornication Rebuked
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν 1ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα 2ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο 3ποιήσας.
Ἐγὼ μὲν γὰρ 4ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών, τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ 5Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ 6Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου 7Ἰησοῦ.
Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Ἐκκαθάρατε 8οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν 9ὑπὲρ ἡμῶν 10ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις 11εἰλικρινείας καὶ ἀληθείας.
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· 12καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις, 13ἢ ἅρπαξιν, ἢ εἰδωλολάτραις· ἐπεὶ 14ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 15Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Τί γάρ μοι 16καὶ τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; Τοὺς δὲ ἔξω ὁ Θεὸς 17κρινεῖ. 18Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Source notes (18)
- Footnote ονομαζεται 95.5% ¦ --- CT 3.3%
- Footnote εξαρθη ¦ αρθη CT
- Footnote ποιησας ¦ πραξας NA WH
- Footnote ως ¦ --- CT
- Footnote χριστου ¦ --- NA SBL WH
- Footnote χριστου ¦ --- CT
- Footnote ιησου ¦ --- NA SBL WH
- Footnote ουν 𝔐18 ¦ --- 𝔐12 CT HF RP
- Footnote υπερ ημων 91.4% ¦ --- CT 3.5%
- Footnote ετυθη ¦ εθυθη SCR
- Footnote ειλικρινειας ¦ ειλικρινιας WH
- Footnote και ¦ --- CT
- Footnote η ¦ και CT
- Footnote οφειλετε ¦ ωφειλετε CT
- Footnote νυνι 𝔐19 ¦ νυν 𝔐11 ANT CT RP
- Footnote και ¦ --- CT
- Footnote κρινεῖ ¦ κρίνει SBL TR WH
- Footnote και εξαρειτε ¦ εξαρατε CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.