The Text-Critical Greek New Testament
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 14
Prophecy and Tongues
Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ 1τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια. Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων 2γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ 3διερμηνεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 4
Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ 5διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; Καὶ γὰρ ἐὰν ἄδηλον 6φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν 7ἐστιν ἐν κόσμῳ καὶ οὐδὲν 8αὐτῶν ἄφωνον. Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 9
Διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Ἐπεὶ ἐὰν 10εὐλογήσῃς 11τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε; Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. Εὐχαριστῶ τῷ Θεῷ 12μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις 13λαλῶν· 14ἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους 15διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
Ἀδελφοί, μὴ παιδία 16γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι 17γίνεσθε. Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν 18ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες 19γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 20καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ 21γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων ὅτι 22Ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.
Orderly Worship
Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος 23ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, 24γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, 25ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν 26γινέσθω. Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. Δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται· καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, 27ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
Αἱ γυναῖκες 28ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ 29ἐπιτέτραπται αὐταῖς λαλεῖν, 30ἀλλ᾽ 31ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι 32μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι 33γυναιξὶν 34ἐν ἐκκλησίᾳ λαλεῖν. Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, 35ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι 36Κυρίου 37εἰσὶν ἐντολαί. Εἰ δέ τις ἀγνοεῖ, 38ἀγνοείτω. Ὥστε, 39ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν 40γλώσσαις μὴ κωλύετε· 41πάντα εὐσχημόνως καὶ κατὰ τάξιν 42γινέσθω.
Source notes (42)
- Footnote τω ¦ --- CT
- Footnote γαρ ¦ δε CT
- Footnote διερμηνευει ¦ διερμηνευη CT TR
- Footnote νυνι ¦ νυν CT
- Footnote διδω ¦ δω CT TR
- Footnote φωνην σαλπιγξ ¦ σαλπιγξ φωνην NA TH WH
- Footnote εστιν ¦ εισιν CT
- Footnote αυτων 89.7% ¦ --- CT SCR 7%
- Footnote διοπερ ¦ διο CT
- Footnote ευλογησης ¦ ευλογης CT
- Footnote τω ¦ εν NA WH ¦ --- SBL TH
- Footnote μου ¦ --- CT
- Footnote λαλων ¦ λαλω CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote δια του νοος 88.8% ¦ τω νοι CT 7.8%
- Footnote γινεσθε ¦ γεινεσθε TH
- Footnote γινεσθε ¦ γεινεσθε TH
- Footnote ετεροις ¦ ετερων CT
- Footnote γλωσσαις λαλωσιν ¦ λαλωσι γλωσσαις CT
- Footnote και ουτω 92.9% ¦ --- CT 5.6%
- Footnote γινεται ¦ γεινεται TH
- Footnote ο θεος οντως ¦ οντως ο θεος CT PCK
- Footnote υμων 95% ¦ --- CT 2.7%
- Footnote γλωσσαν εχει αποκαλυψιν ¦ αποκαλυψιν εχει γλωσσαν CT
- Footnote ερμηνειαν ¦ ερμηνιαν TH WH
- Footnote γινεσθω ¦ γενεσθω TR ¦ γεινεσθω TH
- Footnote αλλα ¦ αλλ NA28 PCK TR
- Footnote υμων ¦ --- CT
- Footnote επιτετραπται ¦ επιτρεπεται CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote υποτασσεσθαι ¦ υποτασσεσθωσαν CT
- Footnote μαθειν ¦ μανθανειν WH
- Footnote γυναιξιν ¦ γυναικι CT
- Footnote εν εκκλησια λαλειν ¦ λαλειν εν εκκλησια CT
- Footnote επιγινωσκετω ¦ επιγεινωσκετω TH
- Footnote κυριου ¦ του κυριου ANT TR
- Footnote εισιν εντολαι ¦ εστιν εντολη NA TH WH ¦ εστιν SBL
- Footnote αγνοειτω ¦ αγνοειται CT
- Footnote αδελφοι ¦ αδελφοι μου CT
- Footnote γλωσσαις μη κωλυετε ¦ μη κωλυετε γλωσσαις CT
- Footnote παντα ¦ παντα δε CT
- Footnote γινεσθω ¦ γεινεσθω TH
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.