The Text-Critical Greek New Testament
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 13
The Way of Love
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 1Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, 2καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη 3μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, 4οὐθέν εἰμι. 5Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, 6καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα 7καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· 8ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, 9συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
Ἡ ἀγάπη οὐδέποτε 10ἐκπίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. Ἐκ μέρους 11δὲ 12γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, 13τότε τὸ ἐκ μέρους καταργηθήσεται. Ὅτε ἤμην νήπιος, 14ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε 15δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι 16γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.
Source notes (16)
- Footnote και εαν ¦ καν WH
- Footnote και εαν ¦ καν WH
- Footnote μεθιστανειν ¦ μεθισταναι NA SBL TH
- Footnote ουθεν ¦ ουδεν ANT SCR
- Footnote και εαν ¦ καν NA TH WH
- Footnote και εαν ¦ καν WH
- Footnote καυθησωμαι 𝔐181 45.4% ¦ καυθησομαι 𝔐178 ANT PCK SBL TH 49.7% ¦ καυχησωμαι NA WH 1.5%
- Footnote η αγαπη 83.2% ¦ --- WH 12.9%
- Footnote συγχαιρει ¦ συνχαιρει TH WH
- Footnote εκπιπτει ¦ πιπτει CT
- Footnote δε ¦ γαρ CT TR
- Footnote γινωσκομεν ¦ γεινωσκομεν TH
- Footnote τοτε ¦ --- CT
- Footnote ως νηπιος ελαλουν … ελογιζομην ¦ ελαλουν … ελογιζομην ως νηπιος CT
- Footnote δε ¦ --- CT
- Footnote γινωσκω ¦ γεινωσκω TH
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.