Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 7
The Sealing of the 144,000
Καὶ μετὰ 2τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπί 3τι δένδρον. καὶ εἶδον ἄλλον ἄγγελον 4ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος. καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων, Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, 5ἄχρις οὗ 6σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, 7ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες, 8ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
Ἐκ φυλῆς Ἰούδα 9δώδεκα χιλιάδες 10ἐσφραγισμέναι,
ἐκ φυλῆς 11Ῥουβὶμ 12δώδεκα 13χιλιάδες,
ἐκ φυλῆς Γὰδ 14δώδεκα 15χιλιάδες,
ἐκ φυλῆς Ἀσὴρ 16δώδεκα 17χιλιάδες,
ἐκ φυλῆς 18Νεφθαλεὶμ 19δώδεκα 20χιλιάδες,
ἐκ φυλῆς Μανασσῆ 21δώδεκα 22χιλιάδες,
ἐκ φυλῆς Συμεὼν 23δώδεκα 24χιλιάδες,
ἐκ φυλῆς 25Λευῒ 26δώδεκα 27χιλιάδες,
ἐκ φυλῆς 28Ἰσάχαρ 29δώδεκα 30χιλιάδες,
ἐκ φυλῆς Ζαβουλὼν 31δώδεκα 32χιλιάδες,
ἐκ φυλῆς Ἰωσὴφ 33δώδεκα 34χιλιάδες,
ἐκ φυλῆς 35Βενιαμὶν 36δώδεκα χιλιάδες 37ἐσφραγισμέναι.
Praise from the Great Multitude
Μετὰ ταῦτα 38εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν 39ἀριθμῆσαι οὐδεὶς 40ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, 41ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ 42φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν. καὶ 43κράζουσι φωνῇ μεγάλῃ λέγοντες, Ἡ 44σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ. καὶ πάντες οἱ ἄγγελοι 45εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ 46ἔπεσον ἐνώπιον τοῦ θρόνου 47αὐτοῦ ἐπὶ 48τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ λέγοντες,
Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία
καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ
καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς
τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσὶ καὶ πόθεν ἦλθον; καὶ 49εἶπον αὐτῷ, Κύριέ 50μου, σὺ οἶδας. καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ 51ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ,
καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ,
καὶ ὁ καθήμενος ἐπὶ 52τῷ θρόνῳ σκηνώσει ἐπ᾽ αὐτούς.
οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, 53
οὐδ᾽ οὐ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα·
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου 54ποιμαίνει αὐτούς,
καὶ 55ὁδηγεῖ αὐτοὺς ἐπὶ 56ζωῆς πηγὰς ὑδάτων,
καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον 57ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
Source notes (57)
- Footnote και 94.4% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 5.6%
- Footnote τουτο 66.5% ¦ ταυτα ᴛʀ 33%
- Footnote τι 54.2% ¦ παν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 42.1%
- Footnote αναβαινοντα 97.2% ¦ αναβαντα ᴇʟᴢ ꜱᴛ 2.8%
- Footnote αχρις ου 75.6% ¦ αχρι ᴄᴛ 14.3% ¦ αχρις αν 9.2%
- Footnote σφραγισωμεν 84.7% ¦ σφραγισομεν ᴍꜱꜱ 13.8% ¦ σφραγιζωμεν ꜱᴛ 0%
- Footnote εκατον και τεσσαρακοντα τεσσαρες 33% ¦ ρμδʹ ɴᴀ ᴛʀ 25.1% ¦ εκατον τεσσαρακοντα τεσσαρες ᴀɴᴛ 15.8% ¦ εκατον τεσσερακοντα τεσσαρες ꜱʙʟ ᴛʜ ᴡʜ 4.2% ¦ — ᴍꜱꜱ 8.4%
- Footnote εσφραγισμενων 39.8% ¦ εσφραγισμενοι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 48.1% ¦ — ᴍꜱꜱ 11.6%
- Footnote δωδεκα 55.8% ¦ ιβʹ ɴᴀ ᴛʀ 42.8%
- Footnote εσφραγισμεναι 39.8% ¦ εσφραγισμενοι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 53.7%
- Footnote ρουβιμ 53.5% ¦ ρουβειμ ᴍꜱꜱ 12.6% ¦ ρουβην ᴀɴᴛ ᴄᴛ ᴛʀ 11.6% ¦ ρουβιν ᴍꜱꜱ 9.8%
- Footnote δωδεκα 43.1% ¦ ιβʹ ɴᴀ ᴛʀ 54.2%
- Footnote χιλιαδες 78.1% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 16.3%
- Footnote δωδεκα 40.5% ¦ ιβʹ ɴᴀ ᴛʀ 57.2%
- Footnote χιλιαδες 88% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 7.4%
- Footnote δωδεκα 38.8% ¦ ιβʹ ɴᴀ ᴛʀ 57.5%
- Footnote χιλιαδες 90.1% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 5.6%
- Footnote νεφθαλειμ 73% ¦ νεφθαλιμ ᴄᴛ 12.6% ¦ νεφθαλημ ᴍꜱꜱ 10.7%
- Footnote δωδεκα 38.1% ¦ ιβʹ ɴᴀ ᴛʀ 57.7%
- Footnote χιλιαδες 92.6% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7%
- Footnote δωδεκα 39.1% ¦ ιβʹ ɴᴀ ᴛʀ 57.2%
- Footnote χιλιαδες 91.2% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7%
- Footnote δωδεκα 37.4% ¦ ιβʹ ɴᴀ ᴛʀ 59.8%
- Footnote χιλιαδες 92.1% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7%
- Footnote λευι 96.7% ¦ λευει ᴡʜ 0.9%
- Footnote δωδεκα 37.9% ¦ ιβʹ ɴᴀ ᴛʀ 59.8%
- Footnote χιλιαδες 92.6% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7%
- Footnote ισαχαρ 86% ¦ ισσαχαρ ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ 13.5% ¦ ισασχαρ ᴇʟᴢ*
- Footnote δωδεκα 37.9% ¦ ιβʹ ɴᴀ ᴛʀ 61.2%
- Footnote χιλιαδες 94% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7%
- Footnote δωδεκα 37.4% ¦ ιβʹ ɴᴀ ᴛʀ 61.2%
- Footnote χιλιαδες 93% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7%
- Footnote δωδεκα 39.7% ¦ ιβʹ ɴᴀ ᴛʀ 56.5%
- Footnote χιλιαδες 90.2% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7%
- Footnote βενιαμιν 77.2% ¦ βενιαμην ᴍꜱꜱ 15.3% ¦ βενιαμειν ᴛʜ ᴡʜ 3.3%
- Footnote δωδεκα 39.7% ¦ ιβʹ ɴᴀ ᴛʀ 58.4%
- Footnote εσφραγισμεναι 39.3% ¦ εσφραγισμενοι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 43.6% ¦ — ᴍꜱꜱ 14.2%
- Footnote ειδον 87.7% ¦ ιδον ɴᴀ 11.9%
- Footnote αριθμησαι 76.3% ¦ αριθμησαι αυτον ᴀɴᴛ ᴄᴛ ᴛʀ 20.5%
- Footnote εδυνατο 60.8% ¦ ηδυνατο ᴛʀ 37.7%
- Footnote εστωτας … περιβεβλημενους 46% ¦ εστωτες … περιβεβλημενοι ᴄᴛ ᴘᴄᴋ ᴛʀ 34.4% ¦ εστωτες … περιβεβλημενους ᴍꜱꜱ 6.5% ¦ εστωτων … περιβεβλημενους ᴍꜱꜱ 6%
- Footnote φοινικας 63.3% ¦ φοινικες ᴀɴᴛ ᴄᴛ ᴛʀ 36.7%
- Footnote κραζουσι 94.4% ¦ κραζοντες ᴛʀ 3.7%
- Footnote σωτηρια τω θεω ημων … τω θρονω 65% ¦ σωτηρια τω θεω ημων … του θρονου ᴀɴᴛ ᴇʟᴢ ꜱᴄʀ 27.1% ¦ σωτηρια … του θρονου θεω ημων ᴍꜱꜱ 6.1% ¦ σωτηρια … του θρονου του θεου ημων ꜱᴛ 0.5%
- Footnote ειστηκεισαν 84.3% ¦ εστηκεσαν ᴛʀ 8.3% ¦ ιστηκεισαν ᴛʜ ᴡʜ 5.6%
- Footnote επεσον 73.6% ¦ επεσαν ᴀɴᴛ ᴄᴛ 25.9%
- Footnote αυτου 44.7% ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 53.9%
- Footnote τα προσωπα 92.6% ¦ προσωπον ᴛʀ 6%
- Footnote ειπον 70.4% ¦ ειρηκα ᴀɴᴛ ᴄᴛ ᴛʀ 29.6%
- Footnote μου 91.7% ¦ — ᴛʀ 8.3%
- Footnote ελευκαναν 51.9% ¦ ελευκαναν αυτας ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ꜱᴄʀ 46.1% ¦ ελευκαναν στολας αυτων ᴇʟᴢ ꜱᴛ 0.9%
- Footnote τω θρονω 62% ¦ του θρονου ᴀɴᴛ ᴄᴛ ᴛʀ 38%
- Footnote ουδ ου 75.1% ¦ ουδε ᴄᴛ ᴛʀ 24.9%
- Footnote ποιμαινει 43.5% ¦ ποιμανει ᴄᴛ ᴛʀ 56.5%
- Footnote οδηγει 49.3% ¦ οδηγησει ᴀɴᴛ ᴄᴛ ᴛʀ 50.7%
- Footnote ζωης 83.4% ¦ ζωσας ᴛʀ 15.2%
- Footnote εκ 69.3% ¦ απο ᴛʀ 25.2% ¦ {omit εξαλειψει ο θεος παν δακρυον εκ των οφθαλμων αυτων} ᴍꜱꜱ 5.5%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.