Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 12
The Woman and the Dragon
Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα 1ἔκραζεν ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδού, δράκων 2πυρὸς μέγας ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ 3ἑπτὰ διαδήματα. καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων 4ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης 5τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν 6ἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ, καὶ 7ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ 8πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει 9ἐκεῖ τόπον ἡτοιμασμένον 10ὑπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ 11ἐκτρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ 12πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ, καὶ οὐκ 13ἴσχυσεν, 14οὐδὲ τόπος 15εὑρέθη αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ. καὶ ἐβλήθη ὁ δράκων ὁ 16μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος διάβολος καὶ 17Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην—ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ 18μετ᾽ αὐτοῦ ἐβλήθησαν. καὶ ἤκουσα φωνὴν μεγάλην 19ἐν τῷ οὐρανῷ λέγουσαν, Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι 20ἐβλήθη ὁ 21κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν 22αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου. διὰ τοῦτο εὐφραίνεσθε, 23οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. οὐαὶ 24τῇ γῇ καὶ τῇ θαλάσσῃ, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν 25ἄρρενα. καὶ ἐδόθησαν τῇ γυναικὶ 26δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, 27ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. καὶ ἔβαλεν ὁ ὄφις 28ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα 29αὐτὴν ποταμοφόρητον ποιήσῃ. καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ. καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν 30Ἰησοῦ.
Source notes (30)
- Footnote εκραζεν 57.9% ¦ κραζει ɴᴀ ᴛʀ 21.8% ¦ εκραξεν ᴍꜱꜱ 11.1% ¦ και κραζει ꜱʙʟ ᴛʜ ᴡʜ 5.1%
- Footnote πυρος μεγας 41.9% ¦ μεγας πυρρος ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʀ ᴡʜ 24% ¦ μεγας πυρος ᴍꜱꜱ 17.5% ¦ πυρρος μεγας ᴀɴᴛ ᴛʜ 15.7%
- Footnote επτα διαδηματα 89.4% ¦ διαδηματα ᴍꜱꜱ 6.9% ¦ διαδηματα επτα ᴛʀ 2.3%
- Footnote ἕστηκεν ¦ ἔστηκεν ᴡʜ
- Footnote τεκειν 80.6% ¦ τικτειν ᴘᴄᴋ 18.9%
- Footnote αρρενα 83.4% ¦ αρσενα ᴍꜱꜱ 13.4% ¦ αρσεν ꜱʙʟ ᴛʜ ᴡʜ 2.3%
- Footnote ηρπασθη 76.4% ¦ ηρπαγη ᴘᴄᴋ 22.7%
- Footnote προς 81.9% ¦ — ᴛʀ 17.1%
- Footnote εκει 73.6% ¦ εκει τον ᴍꜱꜱ 7.4% ¦ — ᴛʀ 14.4%
- Footnote υπο 55.1% ¦ απο ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 43.5%
- Footnote εκτρεφωσιν 49.1% ¦ τρεφωσιν ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ 39.8% ¦ τρεφουσιν ᴛʜ 6.9%
- Footnote πολεμησαι μετα 68.7% ¦ του πολεμησαι μετα ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 25.1% ¦ επολεμησαν κατα ᴛʀ 0.5%
- Footnote ισχυσεν 61.8% ¦ ισχυσαν ɴᴀ ᴛʜ ᴛʀ 36.9%
- Footnote ουδε 79.2% ¦ ουτε ᴛʀ 20.4%
- Footnote ευρεθη αυτω 62.7% ¦ ευρεθη αυτων ᴄᴛ ᴛʀ 22.6% ¦ αυτων ευρεθη ᴍꜱꜱ 6.5%
- Footnote μεγας ο οφις 87.1% ¦ οφις ο μεγας ᴀɴᴛ 6% ¦ μεγας οφις ᴍꜱꜱ 5.5%
- Footnote σατανας 69.9% ¦ ο σατανας ᴀɴᴛ ᴄᴛ ᴛʀ 29.6%
- Footnote μετ αυτου εβληθησαν 77.9% ¦ εβληθησαν ᴍꜱꜱ 13.8% ¦ — ᴍꜱꜱ 6.5%
- Footnote εν τω ουρανω λεγουσαν 82.5% ¦ λεγουσαν εν τω ουρανω ᴛʀ 6%
- Footnote εβληθη 66.4% ¦ κατεβληθη ᴘᴄᴋ ᴛʀ 33.2%
- Footnote κατηγορος 97.7% ¦ κατηγωρ ꜱʙʟ ᴡʜ 0.5%
- Footnote αυτων 71% ¦ αυτους ꜱʙʟ ᴛʜ ᴡʜ 24.9%
- Footnote ουρανοι 55.3% ¦ οι ουρανοι ᴘᴄᴋ ꜱʙʟ ᴛʀ 43.8%
- Footnote τη γη και τη θαλασση 72.7% ¦ την γην και την θαλασσαν ᴀɴᴛ ᴄᴛ 19.9% ¦ τοις κατοικουσι την γην και την θαλασσαν ᴛʀ 6%
- Footnote αρρενα 84.8% ¦ αρσενα ꜱʙʟ ᴛʜ ᴡʜ 14.3%
- Footnote δυο 71.4% ¦ αι δυο ᴄᴛ 28.6%
- Footnote οπως τρεφηται 59.9% ¦ οπου τρεφεται ᴄᴛ ᴛʀ 30.4%
- Footnote εκ του στοματος αυτου οπισω της γυναικος 90.4% ¦ οπισω της γυναικος εκ του στοματος αυτου ᴛʀ 5.5%
- Footnote αυτην 77% ¦ ταυτην ᴛʀ 22.1%
- Footnote ιησου 87.1% ¦ του ιησου ᴍꜱꜱ 10.6% ¦ του ιησου χριστου ᴛʀ 0.9%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.