Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 11
The Two Witnesses
Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, 1λέγων, 2Ἔγειραι καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. καὶ τὴν αὐλὴν τὴν 3ἔξωθεν τοῦ ναοῦ ἔκβαλε 4ἔξω καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας 5τεσσαράκοντα καὶ δύο. καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα 6περιβεβλημένοι σάκκους.
Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ 7αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ 8Κυρίου τῆς γῆς 9ἑστῶτες. καὶ εἴ τις 10αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις 11θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσι 12τὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι, ἵνα μὴ 13ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν 14ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ.
Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει 15μετ᾽ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. καὶ 16τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας 17τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος 18αὐτῶν ἐσταυρώθη. καὶ 19βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν 20τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς 21ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ 22ἀφήσουσι τεθῆναι εἰς 23μνῆμα. καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς 24χαίρουσιν ἐπ᾽ αὐτοῖς καὶ 25εὐφρανθήσονται καὶ δῶρα 26δώσουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Καὶ μετὰ 27τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν 28εἰς αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας 29ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς. καὶ 30ἤκουσα 31φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς, 32Ἀνάβητε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 33καὶ ἐν ἐκείνῃ τῇ 34ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· 35ἡ οὐαὶ ἡ τρίτη, ἰδού, ἔρχεται ταχύ.
The Seventh Trumpet
Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ 36λέγοντες, 37Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ οἱ 38εἴκοσι τέσσαρες πρεσβύτεροι 39οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, 40ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ λέγοντες,
Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ,
ὁ ὢν καὶ ὁ 41ἦν,
ὅτι 42εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην
καὶ ἐβασίλευσας.
καὶ τὰ ἔθνη ὠργίσθησαν,
καὶ ἦλθεν ἡ ὀργή σου
καὶ ὁ καιρὸς τῶν 43νεκρῶν κριθῆναι
καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις
καὶ τοῖς ἁγίοις 44καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, 45
τοῖς μικροῖς καὶ τοῖς μεγάλοις,
καὶ διαφθεῖραι τοὺς 46διαφθείροντας τὴν γῆν.
Καὶ 47ἠνοίχθη ὁ ναὸς τοῦ Θεοῦ 48ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης 49τοῦ Κυρίου ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ 50φωναὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη.
Source notes (50)
- Footnote λεγων 71.5% ¦ και ειστηκει ο αγγελος λεγων ᴘᴄᴋ 20.6% ¦ και ο αγγελος ειστηκει λεγων ᴇʟᴢ ꜱᴄʀ 0%
- Footnote εγειραι 45.8% ¦ εγειρε ᴀɴᴛ ᴄᴛ ʜꜰ 49.1% ¦ εγειρον ᴍꜱꜱ 5.1%
- Footnote εξωθεν 86% ¦ εσωθεν ꜱᴛ 13.5%
- Footnote εξω 59.7% ¦ εξωθεν ᴄᴛ ᴘᴄᴋ 34.7%
- Footnote τεσσαρακοντα και δυο 39.4% ¦ μβʹ ɴᴀ 29.2% ¦ τεσσαρακοντα δυο ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ 23.1% ¦ τεσσερακοντα και δυο ᴡʜ 3.2% ¦ τεσσερακοντα δυο ꜱʙʟ ᴛʜ 2.8%
- Footnote περιβεβλημενοι 77.3% ¦ περιβεβλημενους ᴛʜ ᴡʜ 19%
- Footnote αι 96.3% ¦ — ᴇʟᴢ ꜱᴛ 3.7%
- Footnote κυριου 75.8% ¦ θεου ᴛʀ 24.2%
- Footnote εστωτες 40.5% ¦ εστωσαι ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 58.1%
- Footnote αυτους θελει 82.9% ¦ θελει αυτους ᴍꜱꜱ 7.9% ¦ αυτους θελη ᴛʀ 6.5%
- Footnote θελει αυτους 74.1% ¦ αυτους θελει ᴍꜱꜱ 12.5% ¦ θελησει αυτους ᴍꜱꜱ 5.1% ¦ αυτους θελη ᴛʀ 0.9% ¦ θεληση αυτους ꜱʙʟ ᴛʜ ᴡʜ 0.9%
- Footnote τον ουρανον εξουσιαν κλεισαι 46.5% ¦ εξουσιαν κλεισαι τον ουρανον ᴘᴄᴋ ᴛʀ 43.3% ¦ εξουσιαν τον ουρανον κλεισαι ᴀɴᴛ 5.1% ¦ την εξουσιαν κλεισαι τον ουρανον ᴄᴛ 4.1%
- Footnote υετος βρεχη τας ημερας της προφητειας αυτων 71.6% ¦ υετος βρεχει τας ημερας της προφητειας αυτων ᴍꜱꜱ 15.3% ¦ βρεχη υετος εν ταις ημεραις αυτων της προφητειας ᴍꜱꜱ 5.6% ¦ βρεχη υετος εν ημεραις αυτων της προφητειας ᴛʀ 0%
- Footnote οσακις εαν θελησωσιν εν παση πληγη 40.3% ¦ εν παση πληγη οσακις εαν θελησωσι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 31.9% ¦ εν παση πληγη οσακις αν θελησωσι ᴍꜱꜱ 5.6% ¦ παση πληγη οσακις εαν θελησωσι ᴛʀ 1.4%
- Footnote μετ αυτων πολεμον 80.6% ¦ πολεμον μετ αυτων ᴛʀ 14.3%
- Footnote το πτωμα 49.8% ¦ τα πτωματα ᴘᴄᴋ ᴛʀ 49.8%
- Footnote της πολεως της μεγαλης 91.7% ¦ της μεγαλης πολεως ᴍꜱꜱ 6.5% ¦ πολεως της μεγαλης ᴛʀ 0.9%
- Footnote αυτων 95.9% ¦ ημων ᴛʀ 1.8%
- Footnote βλεπουσιν 98.6% ¦ βλεψουσιν ᴛʀ 0.9%
- Footnote το πτωμα 54.4% ¦ τα πτωματα ᴘᴄᴋ ᴛʀ 43.3%
- Footnote ημισυ 81.5% ¦ και ημισυ ᴀɴᴛ ᴄᴛ ᴛʀ 18.1%
- Footnote αφησουσι 73.6% ¦ αφιουσι ᴄᴛ 21.3%
- Footnote μνημα 92.1% ¦ μνηματα ᴛʀ 2.3%
- Footnote χαιρουσιν 94.5% ¦ χαρουσιν ᴛʀ 0.9%
- Footnote ευφρανθησονται 69.1% ¦ ευφραινονται ᴄᴛ 29%
- Footnote δωσουσιν 51.4% ¦ πεμψουσιν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 47.7%
- Footnote τας 57.1% ¦ — ᴘᴄᴋ 41.9%
- Footnote εις αυτους 48.4% ¦ επ αυτους ᴘᴄᴋ ᴛʀ 19.1% ¦ εν αυτοις ꜱʙʟ ᴛʜ ᴡʜ 17.7% ¦ αυτοις ɴᴀ 13.5%
- Footnote επεσεν 46.1% ¦ επεπεσεν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 42.4%
- Footnote ηκουσα 90.3% ¦ ηκουσαν ᴄᴛ ᴛʀ 6.9%
- Footnote φωνην μεγαλην … λεγουσαν 56.9% ¦ φωνης μεγαλης … λεγουσης ᴄᴛ ᴘᴄᴋ 41.3%
- Footnote αναβητε 87.2% ¦ αναβατε ᴄᴛ 11.9%
- Footnote και 56% ¦ — ʜꜰ 44%
- Footnote ημερα 73.3% ¦ ωρα ᴄᴛ ᴛʀ 26.7%
- Footnote η ουαι η τριτη ιδου 64.1% ¦ ιδου η ουαι η τριτη ᴄᴛ ᴇʟᴢ ꜱᴛ 15.7% ¦ ιδου η τριτη ουαι ᴍꜱꜱ 8.8% ¦ και ιδου η ουαι η τριτη ꜱᴄʀ 0%
- Footnote λεγοντες 24.7% ¦ λεγουσαι ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʜ ᴛʀ 74.4%
- Footnote εγενετο η βασιλεια 83.9% ¦ εγενοντο αι βασιλειαι ᴛʀ 12.9%
- Footnote εικοσι τεσσαρες 48.6% ¦ κδʹ ɴᴀ 50.9% ¦ εικοσι και τεσσαρες ᴛʀ 0.5%
- Footnote οι ενωπιον του θρονου του θεου οι καθηνται 40.4% ¦ οι ενωπιον του θεου καθημενοι ɴᴀ ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ᴛʀ ᴡʜ 27.5% ¦ ενωπιον του θεου καθημενοι ᴍꜱꜱ 14.2% ¦ οι ενωπιον του θεου οι καθηνται ᴛʜ 1.8%
- Footnote επεσον 63.3% ¦ επεσαν ᴀɴᴛ ᴄᴛ ᴛʀ 36.2%
- Footnote ην 66.7% ¦ ην και ο ερχομενος ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ 30.1%
- Footnote ειληφας 99.1% ¦ ειληφες ᴡʜ 0.5%
- Footnote νεκρων 94.1% ¦ εθνων ᴀɴᴛ 5.9%
- Footnote και 77.1% ¦ — ᴀɴᴛ 22.9%
- Footnote τοις μικροις και τοις μεγαλοις 96.3% ¦ τους μικρους και τους μεγαλους ꜱʙʟ ᴛʜ ᴡʜ 2.3%
- Footnote διαφθειροντας 60.1% ¦ διαφθειραντας ᴀɴᴛ ᴘᴄᴋ 27.1% ¦ φθειροντας ᴍꜱꜱ 10.6%
- Footnote ηνοιχθη 43.5% ¦ ηνοιγη ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 56%
- Footnote εν 82.5% ¦ ο εν ᴀɴᴛ ᴄᴛ 17.1%
- Footnote του κυριου 51.9% ¦ αυτου ᴄᴛ ᴛʀ 32.4% ¦ του θεου ᴍꜱꜱ 13.5% ¦ κυριου ᴀɴᴛ 6.9%
- Footnote φωναι και βρονται 52.1% ¦ φωναι και βρονται και σεισμος ᴀɴᴛ ᴄᴛ ᴛʀ 28.4% ¦ βρονται και φωναι ᴍꜱꜱ 6.5% ¦ βρονται και φωναι και σεισμοι ᴍꜱꜱ 5.1%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.