Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13

Jesus Washes the Disciples’ Feet

Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι 1ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. καὶ δείπνου 2γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν 3Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ, εἰδὼς 4ὁ Ἰησοῦς ὅτι πάντα 5δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· 6καὶ λέγει αὐτῷ 7ἐκεῖνος, Κύριε, σύ μου νίπτεις τοὺς πόδας; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. λέγει αὐτῷ Πέτρος, Οὐ μὴ νίψῃς 8τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη 9αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. λέγει αὐτῷ 10ὁ Ἰησοῦς, Ὁ λελουμένος 11οὐ χρείαν ἔχει 12ἢ τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾽ οὐχὶ πάντες. ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο 13εἶπεν, Οὐχὶ πάντες καθαροί ἐστε.

Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, 14ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς, 15Γινώσκετε τί πεποίηκα ὑμῖν; ὑμεῖς φωνεῖτέ με, Ὁ διδάσκαλος, καὶ Ὁ Κύριος· καὶ καλῶς λέγετε, εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. ὑπόδειγμα γὰρ 16ἔδωκα ὑμῖν, ἵνα καθὼς 17ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς 18ποιῆτε. ἀμὴν ἀμὴν λέγω ὑμῖν, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα 19οὓς ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ, Ὁ τρώγων 20μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ. ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα, 21ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι. ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ὁ λαμβάνων 22ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.

One of You Will Betray Me

Ταῦτα εἰπὼν 23ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. ἔβλεπον 24οὖν εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει. ἦν 25δὲ ἀνακείμενος εἷς 26τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· νεύει οὖν τούτῳ Σίμων Πέτρος 27πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 28ἐπιπεσὼν δὲ ἐκεῖνος 29οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, Κύριε, τίς ἐστιν; 30ἀποκρίνεται ὁ Ἰησοῦς, Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ 31βάψας τὸ ψωμίον 32ἐπιδώσω. καὶ 33ἐμβάψας τὸ ψωμίον, 34δίδωσιν Ἰούδᾳ Σίμωνος 35Ἰσκαριώτῃ. καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ 36ὁ Ἰησοῦς, Ὃ ποιεῖς, ποίησον 37τάχιον. τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ. τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν 38ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ 39ὁ Ἰησοῦς, Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν· ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, 40εὐθέως ἐξῆλθεν· ἦν δὲ νύξ.

A New Commandment

41

Ὅτε ἐξῆλθε, λέγει 42ὁ Ἰησοῦς, Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. 43εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν 44ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου 45ὑπάγω ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.

Jesus Predicts Peter’s Denial

Λέγει αὐτῷ Σίμων Πέτρος, Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη 46αὐτῷ 47ὁ Ἰησοῦς, Ὅπου 48ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, 49ὕστερον δὲ ἀκολουθήσεις μοι. λέγει αὐτῷ 50Πέτρος, Κύριε, διὰ τί οὐ δύναμαί σοι 51ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 52ἀπεκρίθη αὐτῷ 53ὁ Ἰησοῦς, Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ 54φωνήσῃ ἕως οὗ 55ἀπαρνήσῃ με τρίς.

Source notes (55)
  1. Footnote εληλυθεν ¦ ηλθεν ᴄᴛ
  2. Footnote γενομενου ¦ γινομενου ᴄᴛ
  3. Footnote ιουδα σιμωνος ισκαριωτου ινα αυτον παραδω ¦ ινα παραδοι αυτον ιουδας σιμωνος ισκαριωτου ɴᴀ ꜱʙʟ ¦ ινα παραδοι αυτον ιουδας σιμωνος ισκαριωτης ᴛʜ ᴡʜ
  4. Footnote ο ιησους ¦ — ᴄᴛ
  5. Footnote δεδωκεν ¦ εδωκεν ɴᴀ ꜱʙʟ ᴡʜ
  6. Footnote και ¦ — ᴄᴛ
  7. Footnote εκεινος ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
  8. Footnote τους ποδας μου ¦ μου τους ποδας ᴄᴛ
  9. Footnote αυτω ο ιησους ¦ ιησους αυτω ᴄᴛ
  10. Footnote ο ¦ — ᴡʜ
  11. Footnote ου χρειαν εχει ¦ ουκ εχει χρειαν ᴄᴛ
  12. Footnote η ¦ ει μη ᴄᴛ
  13. Footnote ειπεν ¦ ειπεν οτι ᴄᴛ
  14. Footnote αναπεσων ¦ και ανεπεσε ᴄᴛ
  15. Footnote γινωσκετε ¦ γεινωσκετε ᴛʜ
  16. Footnote εδωκα ¦ δεδωκα ᴀɴᴛ ᴘᴄᴋ
  17. Footnote εγω ¦ — ᴘᴄᴋ
  18. Footnote ποιητε ʙ30 ᴏ10 ¦ ποιειτε ʙ19 ᴏ4
  19. Footnote ους ¦ τινας ᴄᴛ
  20. Footnote μετ εμου ¦ μου ᴄᴛ
  21. Footnote οταν γενηται πιστευσητε ¦ πιστευσητε οταν γενηται ɴᴀ ꜱʙʟ ᴛʜ ¦ πιστευητε οταν γενηται ᴡʜ
  22. Footnote εαν ¦ αν ᴄᴛ
  23. Footnote ο ¦ — ᴡʜ
  24. Footnote ουν εις ¦ δε προς ᴘᴄᴋ ¦ εις ɴᴀ ꜱʙʟ ᴡʜ
  25. Footnote δε ¦ — ᴄᴛ
  26. Footnote των ¦ εκ των ᴀɴᴛ ᴄᴛ
  27. Footnote πυθεσθαι τις αν ειη ¦ και λεγει αυτω ειπε τις εστι ᴡʜ
  28. Footnote επιπεσων δε ¦ αναπεσων ουν ɴᴀ ᴛʜ ¦ αναπεσων ꜱʙʟ ᴡʜ
  29. Footnote ουτως ¦ — ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  30. Footnote αποκρινεται ¦ αποκρινεται ουν ᴡʜ
  31. Footnote βαψας ¦ βαψω ᴄᴛ
  32. Footnote επιδωσω ¦ και δωσω αυτω ᴄᴛ
  33. Footnote και εμβαψας ¦ βαψας ουν ᴄᴛ
  34. Footnote διδωσιν ¦ λαμβανει και διδωσιν ɴᴀ ᴡʜ
  35. Footnote ισκαριωτη ¦ ισκαριωτου ᴄᴛ
  36. Footnote ο ¦ — ᴡʜ
  37. Footnote ταχιον ¦ ταχειον ᴡʜ
  38. Footnote ο ¦ — ᴄᴛ
  39. Footnote ο ¦ — ᴡʜ
  40. Footnote ευθεως εξηλθεν ¦ εξηλθεν ευθυς ᴄᴛ
  41. Footnote οτε ¦ οτε ουν ᴀɴᴛ ᴄᴛ ᴇʟᴢ ꜱᴄʀ
  42. Footnote ο ¦ — ᴄᴛ
  43. Footnote ει ο θεος εδοξασθη εν αυτω ¦ — ᴛʜ ᴡʜ
  44. Footnote ἑαυτῷ ¦ αὐτῷ ɴᴀ ᴛʜ ¦ αὑτῷ ꜱʙʟ ᴡʜ
  45. Footnote υπαγω εγω ¦ εγω υπαγω ᴄᴛ
  46. Footnote αυτω ¦ — ꜱʙʟ ᴡʜ
  47. Footnote ο ¦ — ᴄᴛ
  48. Footnote υπαγω ¦ εγω υπαγω ᴀɴᴛ ᴘᴄᴋ
  49. Footnote υστερον δε ακολουθησεις μοι ¦ ακολουθησεις δε υστερον ᴄᴛ
  50. Footnote πετρος ¦ ο πετρος ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ
  51. Footnote ακολουθησαι ¦ ακολουθειν ᴛʜ ᴡʜ
  52. Footnote απεκριθη αυτω ¦ αποκρινεται ᴄᴛ
  53. Footnote ο ¦ — ᴄᴛ
  54. Footnote φωνηση ʙ29 ᴏ6 ¦ φωνησει ʙ21 ᴏ9 ᴀɴᴛ ᴛʀ
  55. Footnote απαρνηση ¦ αρνηση ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.