Η Καινή Διαθήκη
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12
Mary Anoints Jesus’ Feet
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος 1ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ 2νεκρῶν. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν 3τῶν 4ἀνακειμένων σὺν αὐτῷ. ἡ οὖν 5Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει 6οὖν 7εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι, Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; εἶπε δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν 8ἔμελεν αὐτῷ, 9ἀλλ᾽ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον 10εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ Ἰησοῦς, Ἄφες αὐτήν· 11εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου 12τετήρηκεν αὐτό. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
The Plot to Kill Lazarus
Ἔγνω οὖν 13ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ 14ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν· ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
The Triumphal Entry
Τῇ ἐπαύριον 15ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται 16Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς 17ὑπάντησιν αὐτῷ, καὶ 18ἔκραζον,
Ὡσαννά·
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, 19
βασιλεὺς τοῦ Ἰσραήλ.
εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾽ 20αὐτό, καθώς ἐστι γεγραμμένον,
ἰδού, ὁ βασιλεύς σου ἔρχεται,
καθήμενος ἐπὶ πῶλον ὄνου.
ταῦτα 23δὲ οὐκ ἔγνωσαν 24οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον· ἀλλ᾽ ὅτε ἐδοξάσθη 25Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ 26ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι 27ἤκουσε τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. οἱ οὖν Φαρισαῖοι 28εἶπον πρὸς ἑαυτούς, Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
Some Greeks Wish to See Jesus
Ἦσαν δέ 29τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· οὗτοι οὖν 30προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. ἔρχεται 31Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· 32καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος 33λέγουσι τῷ Ἰησοῦ. ὁ δὲ Ἰησοῦς 34ἀπεκρίνατο αὐτοῖς λέγων, Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ 35ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοὶ 36διακονῇ τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· 37καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.
Jesus Speaks About His Death
Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον, Ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη 38ὁ Ἰησοῦς καὶ εἶπεν, Οὐ δι᾽ ἐμὲ 39αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. κἀγὼ 40ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ 41ἔμελλεν ἀποθνῄσκειν. 42ἀπεκρίθη αὐτῷ ὁ ὄχλος, Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς 43σὺ λέγεις, Δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον τὸ φῶς 44μεθ᾽ ὑμῶν ἐστι. περιπατεῖτε 45ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. 46ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
The Unbelief of the People
Ταῦτα ἐλάλησεν 47ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾽ αὐτῶν. τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν· ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε,
Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας,
Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς,
καὶ 48πεπώρωκεν αὐτῶν τὴν καρδίαν·
ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς,
καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ 49ἐπιστραφῶσι,
καὶ 50ἰάσωμαι αὐτούς.
ταῦτα εἶπεν Ἡσαΐας, 51ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ. ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.
Jesus’ Words Will Judge the World
Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν, Ὁ πιστεύων εἰς ἐμέ, οὐ πιστεύει εἰς ἐμέ, 52ἀλλ᾽ εἰς τὸν πέμψαντά με· καὶ ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με. ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμέ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ 53πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα· ἀλλ᾽ ὁ πέμψας με πατήρ, αὐτός μοι ἐντολὴν 54ἔδωκε, τί εἴπω καὶ τί λαλήσω. καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν 55λαλῶ ἐγώ, καθὼς εἴρηκέ μοι ὁ πατήρ, οὕτω λαλῶ.
Source notes (55)
- Footnote ο τεθνηκως ¦ — ᴄᴛ
- Footnote νεκρων ¦ νεκρων ιησους ɴᴀ ꜱʙʟ ᴡʜ ¦ νεκρων ο ιησους ᴛʜ
- Footnote των ¦ εκ των ᴄᴛ
- Footnote ανακειμενων συν ¦ συνανακειμενων ᴛʀ
- Footnote μαρια ¦ μαριαμ ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ουν ¦ δε ᴄᴛ
- Footnote εις εκ των μαθητων αυτου ιουδας σιμωνος ισκαριωτης ¦ ιουδας ο ισκαριωτης εις εκ των μαθητων αυτου ɴᴀ ¦ ιουδας ο ισκαριωτης εις των μαθητων αυτου ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εμελεν ʙ18 ᴏ11 ¦ εμελλεν ʙ32 ᴏ2
- Footnote αλλ ¦ αλλα ʜꜰ* ꜱᴄʀ*
- Footnote ειχε και ¦ εχων ᴄᴛ
- Footnote εις ¦ ινα εις ᴄᴛ
- Footnote τετηρηκεν ¦ τηρηση ᴄᴛ
- Footnote οχλος ¦ ο οχλος ɴᴀ ᴛʜ ᴡʜ
- Footnote ηλθον ¦ ηλθαν ᴡʜ
- Footnote οχλος ¦ ο οχλος ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ιησους ¦ ο ιησους ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴛʀ
- Footnote υπαντησιν ¦ απαντησιν ᴘᴄᴋ
- Footnote εκραζον ¦ εκραυγαζον ᴄᴛ
- Footnote βασιλευς ¦ ο βασιλευς ᴛʀ ¦ και ο βασιλευς ᴄᴛ
- Footnote αυτο ¦ αυτω ᴘᴄᴋ
- Footnote θυγατερ ¦ θυγατηρ ᴄᴛ
- Footnote σιων ¦ σειων ᴛʜ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote οι μαθηται αυτου ¦ αυτου οι μαθηται ᴄᴛ
- Footnote ιησους ʙ32 ᴏ7 ¦ ο ιησους ʙ18 ᴏ7 ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ
- Footnote οτε ¦ οτι ᴇʟᴢ
- Footnote ηκουσε ¦ ηκουσαν ᴀɴᴛ ᴄᴛ
- Footnote ειπον ¦ ειπαν ᴄᴛ
- Footnote τινες ελληνες ¦ ελληνες τινες ᴄᴛ
- Footnote προσηλθον ¦ προσηλθαν ᴡʜ
- Footnote φιλιππος ¦ ο φιλιππος ᴄᴛ
- Footnote και παλιν ¦ ερχεται ᴄᴛ
- Footnote λεγουσι ¦ και λεγουσιν ᴄᴛ
- Footnote απεκρινατο ¦ αποκρινεται ᴄᴛ
- Footnote απολεσει ¦ απολλυει ᴄᴛ
- Footnote διακονη τις ¦ τις διακονη ᴄᴛ
- Footnote και ¦ — ᴄᴛ
- Footnote ο ιησους και ειπεν ʙ29 ᴏ5 ¦ ιησους και ειπεν ʙ21 ᴏ6 ɴᴀ ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ᴛʜ ¦ και ειπεν ιησους ᴡʜ
- Footnote αυτη η φωνη ¦ η φωνη αυτη ᴄᴛ
- Footnote εαν ¦ αν ᴡʜ
- Footnote εμελλεν ʙ32 ᴏ5 ¦ ημελλεν ʙ17 ᴏ9 ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote απεκριθη ¦ απεκριθη ουν ᴄᴛ
- Footnote συ λεγεις ¦ συ λεγεις οτι ᴛʀ ¦ λεγεις συ οτι ᴄᴛ
- Footnote μεθ υμων ¦ εν υμιν ᴄᴛ
- Footnote εως ¦ ως ᴄᴛ
- Footnote εως ¦ ως ᴄᴛ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote πεπωρωκεν ¦ επωρωσεν ᴄᴛ
- Footnote επιστραφωσι ¦ στραφωσι ᴄᴛ
- Footnote ιασωμαι ʙ26 ᴏ7 ¦ ιασομαι ʙ23 ᴏ7 ᴀɴᴛ ᴄᴛ
- Footnote οτε ¦ οτι ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote πιστευση ¦ φυλαξη ᴄᴛ
- Footnote εδωκε ¦ δεδωκε ᴄᴛ
- Footnote λαλω εγω ¦ εγω λαλω ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.