Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΛΑΣΣΑΕΙΣ 3

Put On the New Self

Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ 1ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.

Νεκρώσατε οὖν τὰ μέλη 2ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν 3εἰδωλολατρία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ 4ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν 5αὐτοῖς. νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ 6τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα 7οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, 8πρᾳότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ 9Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς· ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, 10ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ 11Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι 12γίνεσθε. ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς 13καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν 14χάριτι ᾄδοντες ἐν 15τῇ καρδίᾳ ὑμῶν τῷ 16Κυρίῳ. καὶ πᾶν ὅ τι 17ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ 18καὶ πατρὶ δι᾽ αὐτοῦ.

Rules for Christian Households

Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς 19ἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα, τοῦτο γάρ 20ἐστιν εὐάρεστον 21ἐν Κυρίῳ. οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν 22ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν 23Θεόν. 24καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ἀπὸ Κυρίου 25ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ 26γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. ὁ 27δὲ ἀδικῶν 28κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι 29προσωποληψία.

Source notes (29)
  1. Footnote ημων ¦ υμων ɴᴀ ꜱʙʟ ᴛʜ
  2. Footnote υμων ¦ — ᴄᴛ
  3. Footnote ειδωλολατρια ¦ ειδωλολατρεια ʜꜰ ᴛʜ ʀᴘ ᴛʀ
  4. Footnote επι τους υιους της απειθειας ¦ — ᴡʜ
  5. Footnote αυτοις ¦ τουτοις ᴄᴛ
  6. Footnote τα ¦ — ᴛʜ ᴡʜ
  7. Footnote οικτιρμου ¦ οικτιρμων ᴛʀ ¦ οικτειρμου ᴛʜ
  8. Footnote πραοτητα ¦ πραυτητα ᴄᴛ
  9. Footnote χριστος ¦ κυριος ᴄᴛ
  10. Footnote ητις ¦ ο ᴄᴛ
  11. Footnote θεου 95.2% ¦ χριστου ᴄᴛ 4.8%
  12. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  13. Footnote και υμνοις και ¦ υμνοις ᴄᴛ
  14. Footnote χαριτι ¦ τη χαριτι ɴᴀ
  15. Footnote τη καρδια ¦ ταις καρδιαις ᴄᴛ
  16. Footnote κυριω ¦ θεω ᴄᴛ
  17. Footnote αν ¦ εαν ᴄᴛ
  18. Footnote και ¦ — ᴄᴛ
  19. Footnote ιδιοις ¦ — ᴀɴᴛ ᴄᴛ
  20. Footnote εστιν ευαρεστον ¦ ευαρεστον εστιν ᴄᴛ
  21. Footnote εν ¦ τω ᴀɴᴛ ᴛʀ
  22. Footnote οφθαλμοδουλειαις ¦ οφθαλμοδουλιαις ᴀɴᴛ ᴘᴄᴋ ꜱʙʟ ᴡʜ ¦ οφθαλμοδουλια ɴᴀ
  23. Footnote θεον ¦ κυριον ᴄᴛ
  24. Footnote και παν ο τι εαν 59.6% ¦ και παν ο τι αν ᴍꜱꜱ 13.9% ¦ και παν ο εαν ᴍꜱꜱ 9.5% ¦ ο εαν ᴄᴛ 2.9%
  25. Footnote αποληψεσθε ¦ ληψεσθε ʜꜰ ᴘᴄᴋ ʀᴘ ¦ απολημψεσθε ᴄᴛ
  26. Footnote γαρ ¦ — ᴄᴛ
  27. Footnote δε ¦ γαρ ᴄᴛ
  28. Footnote κομιειται ¦ κομισεται ɴᴀ ꜱʙʟ ᴡʜ
  29. Footnote προσωποληψια ¦ προσωπολημψια ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.