Η Καινή Διαθήκη
ΙΩΑΝΝΟΥ Βʹ 1
Greeting
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ—καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν— διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθ᾽ 1ἡμῶν χάρις, ἔλεος, εἰρήνη 2παρὰ Θεοῦ πατρὸς καὶ παρὰ 3Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
Walking in Truth and Love
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν 4γράφων σοι καινὴν 5ἀλλὰ ἣν 6εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη 7ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. ὅτι πολλοὶ πλάνοι 8εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. βλέπετε ἑαυτούς, ἵνα μὴ 9ἀπολέσωμεν ἃ 10εἰργασάμεθα ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. πᾶς ὁ 11παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· 12ὁ μένων ἐν τῇ διδαχῇ 13τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ 14γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
Final Greetings
Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ 15ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, 16ἀλλὰ ἐλπίζω 17ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ 18ἡμῶν 19ᾖ πεπληρωμένη.
Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. 20
Ἀμήν.
Source notes (20)
- Footnote ημων ¦ υμων ᴀɴᴛ ᴇʟᴢ ᴘᴄᴋ ꜱᴄʀ
- Footnote παρα ¦ απο
- Footnote κυριου 91.2% ¦ — ᴄᴛ 6.2%
- Footnote γραφων σοι καινην 72.1% ¦ γραφω σοι καινην ꜱᴛ 12.4% ¦ καινην γραφων σοι ꜱʙʟ ᴛʜ 9.2%
- Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
- Footnote ειχομεν ¦ εχομεν ᴘᴄᴋ ¦ ειχαμεν ᴡʜ
- Footnote εστιν η εντολη ¦ η εντολη εστι ᴄᴛ
- Footnote εισηλθον ¦ εξηλθον ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εξηλθαν ᴡʜ
- Footnote απολεσωμεν … απολαβωμεν 74.9% ¦ απολεσομεν … απολαβομεν ᴍꜱꜱ 5.1% ¦ απολεσητε … απολαβητε ᴄᴛ 17%
- Footnote ειργασαμεθα ¦ ειργασασθε ᴛʜ ¦ ηργασαμεθα ᴡʜ
- Footnote παραβαινων 99% ¦ προαγων ᴄᴛ 1%
- Footnote ο ¦ ο δε ᴘᴄᴋ
- Footnote του χριστου 89.3% ¦ — ᴄᴛ 4.5%
- Footnote γαρ λεγων ¦ λεγων γαρ ᴄᴛ
- Footnote εβουληθην ¦ ηβουληθην ᴀɴᴛ ᴛʀ
- Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
- Footnote ελθειν 87.1% ¦ γενεσθαι ᴄᴛ 11.4%
- Footnote ημων ¦ υμων ꜱʙʟ ᴡʜ
- Footnote η πεπληρωμενη ¦ πεπληρωμενη η ꜱʙʟ ᴡʜ
- Footnote αμην 89% ¦ — ᴄᴛ 8.8%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.