Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΟΥ Αʹ 5

Overcoming the World by Faith

Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ 1καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ 2τηρῶμεν. αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις 3ὑμῶν. τίς 4ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ;

The Testimony of God About His Son

Οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, Ἰησοῦς 5Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ 6τῷ αἵματι. καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. ὅτι τρεῖς εἰσιν οἱ 7μαρτυροῦντες, τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ 8ἣν μεμαρτύρηκε περὶ τοῦ υἱοῦ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν 9αὐτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν 10ἡμῖν ὁ Θεός, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει.

The Knowledge of Eternal Life

Ταῦτα ἔγραψα ὑμῖν 11τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε 12καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ Θεοῦ. καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει 13ἡμῶν. καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ 14ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν 15παρ᾽ αὐτοῦ.

Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωὴν τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. πᾶσα ἀδικία ἁμαρτία ἐστί, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.

Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ 16ἑαυτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα 17γινώσκωμεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ 18ἡ ζωὴ ἡ αἰώνιος.

Τεκνία, φυλάξατε 19ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων. 20

Ἀμήν.

Source notes (20)
  1. Footnote και ¦ — ᴡʜ
  2. Footnote τηρωμεν ¦ ποιωμεν ᴄᴛ
  3. Footnote υμων 43% ¦ ημων ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 56.4%
  4. Footnote εστιν ¦ δε εστιν ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εστι δε ᴡʜ
  5. Footnote χριστος ¦ ο χριστος ᴛʀ
  6. Footnote τω ¦ εν τω ɴᴀ ꜱʙʟ ᴡʜ
  7. Footnote μαρτυρουντες 87.3% ¦ μαρτυρουντες εν τω ουρανω ο πατηρ ο λογος και το αγιον πνευμα και ουτοι οι τρεις εν εισι και τρεις εισιν οι μαρτυρουντες εν τη γη ᴀɴᴛ ᴛʀ 0.6%
  8. Footnote ην ¦ οτι ᴄᴛ
  9. Footnote αὐτῷ ¦ ἑαυτῷ ᴘᴄᴋ ᴛʜ ᴛʀ ¦ αὑτῷ ꜱʙʟ ᴡʜ
  10. Footnote ημιν ο θεος ¦ ο θεος ημιν ᴘᴄᴋ ꜱʙʟ ᴡʜ
  11. Footnote τοις πιστευουσιν εις το ονομα του υιου του θεου ινα ειδητε οτι ζωην αιωνιον εχετε 69.9% ¦ τοις πιστευουσιν εις το ονομα του υιου του θεου ινα ειδητε οτι ζωην εχετε αιωνιον ᴛʀ 1% ¦ ινα ειδητε οτι ζωην εχετε αιωνιον τοις πιστευουσιν ᴄᴛ 0.8%
  12. Footnote και ινα πιστευητε 73% ¦ και ινα πιστευσητε ᴍꜱꜱ 10.2% ¦ — ᴄᴛ 4.7%
  13. Footnote ημων ¦ υμων ꜱᴛ*
  14. Footnote εαν ¦ αν ᴀɴᴛ ᴛʀ
  15. Footnote παρ ¦ απ ᴄᴛ
  16. Footnote εαυτον ¦ αυτον ꜱʙʟ ᴡʜ
  17. Footnote γινωσκωμεν ¦ γινωσκομεν ᴛʜ ᴡʜ
  18. Footnote η ζωη η ¦ ζωη ᴀɴᴛ ᴄᴛ ʀᴘ ¦ η ζωη ᴛʀ
  19. Footnote εαυτους ¦ εαυτα ᴄᴛ ᴘᴄᴋ ʀᴘ
  20. Footnote αμην 84.3% ¦ — ᴄᴛ 15.5%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.