Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 7

ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Paul’s Joy

Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. 1οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ 2συζῆν. πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.

Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς, ὁ Θεός, ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι (εἰ καὶ μετεμελόμην, βλέπω 3γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς). νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον 4κατεργάζεται, ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι 5ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν, 6ἀλλὰ ἀπολογίαν, 7ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, 8ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, 9ἀλλὰ ἐκδίκησιν. ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι 10ἐν τῷ πράγματι. ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ 11ἕνεκεν τοῦ ἀδικήσαντος, 12οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν 13ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ.

Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ 14τῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην· ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν 15ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.

Source notes (16)
  1. Footnote ου προς κατακρισιν ¦ προς κατακρισιν ου ᴄᴛ
  2. Footnote συζην ¦ συνζην ᴛʜ ᴡʜ
  3. Footnote γαρ ¦ — ꜱʙʟ ᴡʜ
  4. Footnote κατεργαζεται ¦ εργαζεται ᴄᴛ
  5. Footnote υμας ¦ — ᴄᴛ
  6. Footnote αλλα ¦ αλλ ɴᴀ
  7. Footnote αλλα ¦ αλλ ɴᴀ
  8. Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ
  9. Footnote αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ᴛʀ
  10. Footnote εν ¦ — ᴄᴛ
  11. Footnote ενεκεν … ενεκεν … ενεκεν ¦ εινεκεν … εινεκεν … εινεκεν ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
  12. Footnote ουδε ¦ αλλ ουδε ᴡʜ
  13. Footnote υμων την υπερ ημων ¦ ημων την υπερ υμων ᴇʟᴢ ꜱᴄʀ
  14. Footnote τη παρακλησει υμων περισσοτερως δε ¦ δε τη παρακλησει υμων περισσοτερως ᴀɴᴛ ʜꜰ ʀᴘ ¦ δε τη παρακλησει ημων περισσοτερως ᴄᴛ
  15. Footnote η ¦ — ᴡʜ
  16. Footnote χαιρω ¦ χαιρω ουν ᴇʟᴢ ꜱᴄʀ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.