Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 6

συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς— λέγει γάρ,

Καιρῷ δεκτῷ ἐπήκουσά σου,

καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·

ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος· ἰδού, νῦν ἡμέρα σωτηρίας— μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾽ ἐν παντὶ 1συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν (ὡς τέκνοις λέγω) πλατύνθητε καὶ ὑμεῖς.

Do Not Be Unequally Yoked

Μὴ 2γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; 3τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις 4Χριστῷ πρὸς 5Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ 6συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; 7ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι

Ἐνοικήσω ἐν αὐτοῖς καὶ 8ἐμπεριπατήσω·

καὶ ἔσομαι αὐτῶν Θεός,

καὶ αὐτοὶ ἔσονταί 9μοι λαός.

διὸ 10ἐξέλθετε ἐκ μέσου αὐτῶν

καὶ ἀφορίσθητε, λέγει Κύριος,

καὶ ἀκαθάρτου μὴ ἅπτεσθε·

κἀγὼ εἰσδέξομαι ὑμᾶς,

καὶ ἔσομαι ὑμῖν εἰς πατέρα,

καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας,

λέγει Κύριος παντοκράτωρ.

Source notes (10)
  1. Footnote συνιστωντες ¦ συνισταντες ɴᴀ ᴛʜ ¦ συνιστανοντες ꜱʙʟ ᴡʜ
  2. Footnote γινεσθε ¦ γεινεσθε ᴛʜ
  3. Footnote τις δε ¦ η τις ᴄᴛ
  4. Footnote χριστω ¦ χριστου ᴄᴛ
  5. Footnote βελιαρ ¦ βελιαλ ᴀɴᴛ ᴇʟᴢ ꜱᴄʀ
  6. Footnote συγκαταθεσις ¦ συνκαταθεσις ᴡʜ
  7. Footnote υμεις … εστε ¦ ημεις … εσμεν ᴄᴛ
  8. Footnote εμπεριπατησω ¦ ενπεριπατησω ᴡʜ
  9. Footnote μοι ¦ μου ᴄᴛ
  10. Footnote εξελθετε ¦ εξελθατε ᴀɴᴛ ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.