Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 1
Greeting
Παῦλος, ἀπόστολος 1Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Paul’s Thanksgiving After Suffering Affliction
Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν 2οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς 3ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ 4τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας 5τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, εἰδότες ὅτι 6ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως.
Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, 7ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης 8ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾽ ὑπερβολὴν 9ἐβαρήθημεν ὑπὲρ δύναμιν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· 10ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς ἀλλ᾽ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου 11ἐρρύσατο ἡμᾶς καὶ 12ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ 13ὑμῶν.
Paul’s Change of Plans
Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν 14ἁπλότητι καὶ 15εἰλικρινείᾳ 16Θεοῦ, 17οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾽ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ᾽ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι 18καὶ ἕως τέλους ἐπιγνώσεσθε, καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ 19Κυρίου Ἰησοῦ.
Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην 20ἐλθεῖν πρὸς ὑμᾶς τὸ πρότερον, ἵνα δευτέραν 21χάριν 22ἔχητε, καὶ δι᾽ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. τοῦτο οὖν 23βουλευόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾽ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ; πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ 24ἐγένετο Ναὶ καὶ Οὔ. ὁ 25γὰρ τοῦ Θεοῦ υἱὸς 26Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς, δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν. ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναὶ 27καὶ ἐν αὐτῷ τὸ Ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν. ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.
Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.
Source notes (27)
- Footnote ιησου χριστου ¦ χριστου ιησου ᴄᴛ
- Footnote οικτιρμων ¦ οικτειρμων ᴛʜ
- Footnote επι ¦ εν ᴀɴᴛ
- Footnote του ¦ — ᴀɴᴛ ᴛʀ
- Footnote της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν και η ελπις ημων βεβαια υπερ υμων ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως και σωτηριας 67.2% ¦ ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν και η ελπις ημων βεβαια υπερ υμων ɴᴀ ꜱʙʟ ᴡʜ 4% ¦ της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως και σωτηριας και η ελπις ημων βεβαια υπερ υμων ᴛʀ 0.8%
- Footnote ωσπερ ¦ ως ᴄᴛ
- Footnote υπερ ¦ περι ᴛʜ
- Footnote ημιν 90.1% ¦ — ᴄᴛ 8.2%
- Footnote εβαρηθημεν υπερ δυναμιν ¦ υπερ δυναμιν εβαρηθημεν ᴄᴛ
- Footnote αλλα ¦ αλλ ɴᴀ
- Footnote ερρυσατο ¦ ερυσατο ᴡʜ
- Footnote ρυεται ¦ ρυσεται ᴄᴛ
- Footnote υμων ¦ ημων ᴀɴᴛ ᴄᴛ ᴛʀ
- Footnote απλοτητι 94.3% ¦ αγιοτητι ꜱʙʟ ᴛʜ ᴡʜ 4.5%
- Footnote ειλικρινεια ¦ ειλικρινια ᴡʜ
- Footnote θεου ¦ του θεου ᴄᴛ
- Footnote ουκ ¦ και ουκ ɴᴀ ᴡʜ
- Footnote και ¦ — ᴄᴛ
- Footnote κυριου ¦ κυριου ημων ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ελθειν προς υμας το προτερον 57.7% ¦ προς υμας ελθειν το προτερον ᴘᴄᴋ 21.3% ¦ προτερον προς υμας ελθειν ᴄᴛ 7% ¦ προς υμας ελθειν προτερον ᴀɴᴛ ᴛʀ 2.3%
- Footnote χαριν ¦ χαραν ᴡʜ
- Footnote εχητε ¦ σχητε ᴄᴛ
- Footnote βουλευομενος ¦ βουλομενος ᴀɴᴛ ᴄᴛ
- Footnote εγενετο ¦ εστι ᴄᴛ
- Footnote γαρ του θεου ¦ του θεου γαρ ᴄᴛ
- Footnote ιησους χριστος ¦ χριστος ιησους ᴡʜ
- Footnote και εν αυτω 90.3% ¦ διο και δι αυτου ᴄᴛ 6.8%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.