Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 16
The Collection for the Saints
Περὶ δὲ τῆς 1λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. κατὰ μίαν 2σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι 3ἂν 4εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε 5λογίαι 6γίνωνται. ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ· ἐὰν δὲ 7ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
Paul’s Travel Plans
Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω (Μακεδονίαν γὰρ διέρχομαι)· πρὸς ὑμᾶς δὲ τυχὸν 8παραμενῶ ἢ 9καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω 10δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς ἐὰν ὁ Κύριος 11ἐπιτρέπῃ. 12ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου 13ἐργάζεται ὡς 14καὶ ἐγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
Final Exhortations
Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. πάντα ὑμῶν ἐν ἀγάπῃ 15γινέσθω.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί—οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς— ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ 16Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ 17ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. 18ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. 19ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ 20Πρίσκιλλα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ. ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. εἴ τις οὐ φιλεῖ τὸν 21Κύριον 22Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαραναθά. ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ 23Χριστοῦ μεθ᾽ ὑμῶν. ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. 24
Ἀμήν.
Source notes (24)
- Footnote λογιας ¦ λογειας ɴᴀ ꜱʙʟ
- Footnote σαββατων ¦ σαββατου ᴄᴛ
- Footnote αν ¦ εαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ευοδωται ¦ ευοδουται ᴘᴄᴋ
- Footnote λογιαι ¦ λογειαι ɴᴀ ꜱʙʟ
- Footnote γινωνται ¦ γεινωνται ᴛʜ
- Footnote η αξιον ¦ αξιον η ᴄᴛ
- Footnote παραμενω ¦ καταμενω ᴡʜ
- Footnote και ¦ — ᴡʜ
- Footnote δε ¦ γαρ ᴄᴛ
- Footnote επιτρεπη ¦ επιτρεψη ᴄᴛ
- Footnote ἐπιμενῶ ¦ ἐπιμένω ᴡʜ
- Footnote εργαζεται ¦ εγαζεται ꜱᴛ*
- Footnote και εγω ¦ καγω ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εγω ᴡʜ
- Footnote γινεσθω ¦ γεινεσθω ᴛʜ
- Footnote φουρτουνατου ¦ φορτουνατου ᴄᴛ
- Footnote υμων ¦ υμετερον ᴄᴛ
- Footnote επιγινωσκετε ¦ επιγεινωσκετε ᴛʜ
- Footnote ασπαζονται ¦ ασπαζεται ᴄᴛ
- Footnote πρισκιλλα ¦ πρισκα ᴄᴛ
- Footnote κυριον ¦ κυριον ημων ᴘᴄᴋ
- Footnote ιησουν χριστον ¦ — ᴄᴛ
- Footnote χριστου ¦ — ᴄᴛ
- Footnote αμην ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.