Η Καινή Διαθήκη
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ 2
Paul’s Ministry in Thessalonica
Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν, 1ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας 2οὔτε ἐν δόλῳ, ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτω λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ 3τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν. οὔτε γάρ ποτε ἐν λόγῳ 4κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε 5ἐν προφάσει πλεονεξίας (Θεὸς μάρτυς) οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ᾽ ὑμῶν οὔτε 6ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, 7ἀλλ᾽ ἐγενήθημεν 8ἤπιοι ἐν μέσῳ ὑμῶν ὡς 9ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα· οὕτως 10ἱμειρόμενοι ὑμῶν 11εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν 12γεγένησθε.
Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς 13γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ. ὑμεῖς μάρτυρες καὶ ὁ Θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ 14μαρτυρόμενοι εἰς τὸ 15περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. 16
Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ Θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς 17ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι 18τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς 19ἰδίους προφήτας, καὶ 20ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασε δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
Paul’s Longing to See the Thessalonians
Ἡμεῖς δέ, ἀδελφοί, 21ἀπορφανισθέντες ἀφ᾽ ὑμῶν πρὸς καιρὸν ὥρας (προσώπῳ οὐ καρδίᾳ), περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. 22διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως—ἢ οὐχὶ καὶ ὑμεῖς—ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ 23Χριστοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ 24ἡ χαρά.
Source notes (24)
- Footnote αλλα ¦ αλλα και ᴛʀ
- Footnote ουτε ¦ ουδε ᴄᴛ
- Footnote τω ¦ — ᴄᴛ
- Footnote κολακειας ¦ κολακιας ᴡʜ
- Footnote εν ¦ — ᴡʜ
- Footnote απο ¦ απ ᴄᴛ ᴛʀ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote ηπιοι 85.9% ¦ νηπιοι ɴᴀ ᴡʜ 11.5%
- Footnote αν ¦ εαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ιμειρομενοι ¦ ομειρομενοι ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ
- Footnote ευδοκουμεν ¦ ηυδοκουμεν ᴡʜ
- Footnote γεγενησθε ¦ εγενηθητε ᴄᴛ
- Footnote γαρ ¦ — ᴄᴛ
- Footnote μαρτυρομενοι ¦ μαρτυρουμενοι ᴛʀ
- Footnote περιπατησαι ¦ περιπατειν ᴄᴛ
- Footnote δια ¦ και δια ᴄᴛ
- Footnote εστιν αληθως ¦ αληθως εστι ꜱʙʟ ᴡʜ
- Footnote τα αυτα ¦ ταυτα ᴛʀ
- Footnote ιδιους 94% ¦ — ᴄᴛ 5%
- Footnote ημας ¦ υμας ꜱᴛ
- Footnote απορφανισθεντες ¦ αποφανισθεντες ᴇʟᴢ*
- Footnote διο ¦ διοτι ᴄᴛ
- Footnote χριστου ¦ — ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ
- Footnote η ¦ — ᴀɴᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.