Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ 1

Greeting

Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη 1ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

The Thessalonians’ Good Example

Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν 2ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ 3Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν Πνεύματι Ἁγίῳ καὶ 4ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν 5ἐν ὑμῖν δι᾽ ὑμᾶς. καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος Ἁγίου, ὥστε γενέσθαι ὑμᾶς 6τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ 7τῇ Ἀχαΐᾳ. ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ 8ἐν τῇ Ἀχαΐᾳ, 9ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν 10ἡμᾶς ἔχειν λαλεῖν τι. αὐτοὶ γὰρ περὶ 11ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον 12ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ 13τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς 14ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.

Source notes (14)
  1. Footnote απο θεου πατρος ημων και κυριου ιησου χριστου 84.7% ¦ — ᴄᴛ 7.5%
  2. Footnote υμων ¦ — ᴄᴛ
  3. Footnote θεου ¦ του θεου ɴᴀ ᴡʜ
  4. Footnote εν ¦ — ꜱʙʟ ᴡʜ
  5. Footnote εν ¦ — ᴡʜ
  6. Footnote τυπους ¦ τυπον ᴄᴛ
  7. Footnote τη ¦ εν τη ᴀɴᴛ ᴄᴛ ¦ — ᴘᴄᴋ
  8. Footnote εν τη ¦ — ꜱʙʟ ᴛʀ ᴡʜ
  9. Footnote αλλα και ¦ αλλ ᴄᴛ
  10. Footnote ημας εχειν ¦ εχειν ημας ᴄᴛ
  11. Footnote ημων ¦ υμων ᴘᴄᴋ
  12. Footnote εσχομεν ¦ εχομεν ᴇʟᴢ ꜱᴛ
  13. Footnote των ¦ — ᴛʀ
  14. Footnote απο ¦ εκ ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.