Η Καινή Διαθήκη
ΙΩΑΝΝΟΥ Αʹ 3
ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατήρ, ἵνα τέκνα Θεοῦ 1κληθῶμεν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει 2ὑμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν. ἀγαπητοί, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν 3δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι. καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι.
Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας 4ἡμῶν ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· 5πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν. 6τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται. ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.
Love One Another
Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους, οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. 7μὴ θαυμάζετε, ἀδελφοί 8μου, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς. ὁ μὴ ἀγαπῶν 9τὸν ἀδελφὸν μένει ἐν τῷ θανάτῳ. πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν 10ἑαυτῷ μένουσαν.
Ἐν τούτῳ ἐγνώκαμεν τὴν 11ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς 12τιθέναι. ὃς δ᾽ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ᾽ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ; τεκνία 13μου, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ 14τῇ γλώσσῃ, 15ἀλλ᾽ 16ἐν ἔργῳ καὶ ἀληθείᾳ. 17
Καὶ ἐν τούτῳ 18γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμὲν καὶ ἔμπροσθεν αὐτοῦ 19πείσομεν 20τὰς καρδίας ἡμῶν, ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. ἀγαπητοί, ἐὰν ἡ καρδία 21ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ 22ἐὰν αἰτῶμεν λαμβάνομεν 23παρ᾽ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα 24πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν 25ἐντολήν. καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. 26καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν.
Source notes (26)
- Footnote κληθωμεν 83.5% ¦ κληθωμεν και εσμεν ᴄᴛ 13.4%
- Footnote υμας ¦ ημας ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote δε ¦ — ᴄᴛ
- Footnote ημων ¦ — ᴄᴛ
- Footnote πας ¦ και πας ᴘᴄᴋ
- Footnote τεκνια ¦ παιδια ɴᴀ
- Footnote μη ¦ και μη ɴᴀ
- Footnote μου ¦ — ᴄᴛ
- Footnote τον αδελφον 79.9% ¦ τον αδελφον αυτου ᴍꜱꜱ 15.2% ¦ — ᴄᴛ 3.7%
- Footnote ἑαυτῷ ¦ αὐτῷ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ
- Footnote αγαπην ¦ αγαπην του θεου ꜱᴄʀ
- Footnote τιθεναι ¦ θειναι ᴄᴛ
- Footnote μου ¦ — ᴄᴛ
- Footnote τη ¦ — ᴛʀ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εν ¦ — ᴛʀ
- Footnote και ¦ — ꜱʙʟ ᴡʜ
- Footnote γινωσκομεν ¦ γνωσομεθα ᴄᴛ
- Footnote πεισομεν ¦ πεισωμεν ᴘᴄᴋ
- Footnote τας καρδιας ¦ την καρδιαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote ημων μη καταγινωσκη ημων ¦ ημων μη καταγινωσκη ɴᴀ ¦ μη καταγινωσκη ημων ꜱʙʟ ᴛʜ ¦ μη καταγινωσκη ᴡʜ
- Footnote εαν ¦ αν ᴡʜ
- Footnote παρ ¦ απ ᴄᴛ
- Footnote πιστευσωμεν 66.2% ¦ πιστευωμεν ᴛʜ 26.8% ¦ πιστευομεν ᴍꜱꜱ 5.4%
- Footnote εντολην ¦ εντολην ημιν ᴄᴛ ᴛʀ
- Footnote και ¦ — ᴘᴄᴋ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.