Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΟΥ Αʹ 2

Keeping Christ’s Commandments

Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον. καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. ὁ 1λέγων, Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν, ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησε καὶ αὐτὸς 2οὕτω περιπατεῖν.

A New Commandment

3

Ἀδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιάν, ἣν εἴχετε ἀπ᾽ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε 4ἀπ᾽ ἀρχῆς. πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.

Γράφω ὑμῖν, τεκνία,

ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.

γράφω ὑμῖν, πατέρες,

ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.

γράφω ὑμῖν, νεανίσκοι,

ὅτι νενικήκατε τὸν πονηρόν. 5

γράφω ὑμῖν, παιδία,

ὅτι ἐγνώκατε τὸν πατέρα.

ἔγραψα ὑμῖν, πατέρες,

ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.

ἔγραψα ὑμῖν, νεανίσκοι,

ὅτι ἰσχυροί ἐστε

καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει

καὶ νενικήκατε τὸν πονηρόν.

Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ—ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ 6ἀλαζονεία τοῦ βίου—οὐκ ἔστιν ἐκ τοῦ πατρός, 7ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί. καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.

The Antichrist

Παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι 8ὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. ἐξ ἡμῶν 9ἐξῆλθον, ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ 10ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν—ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν. καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου 11καὶ οἴδατε 12πάντα. οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ᾽ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι. τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα 13ἔχει. ὑμεῖς 14οὖν ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς ἐν ὑμῖν μενέτω. ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ 15υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.

Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ 16ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ᾽ ὡς τὸ 17αὐτὸ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι καὶ οὐκ ἔστι ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, 18μενεῖτε ἐν αὐτῷ.

Children of God

Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα 19ὅταν φανερωθῇ 20ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστι, γινώσκετε ὅτι 21πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ 22γεγέννηται.

Source notes (22)
  1. Footnote λεγων ¦ λεγων οτι ᴄᴛ
  2. Footnote ουτω ¦ — ꜱʙʟ ᴡʜ
  3. Footnote αδελφοι 82.8% ¦ αγαπητοι ᴄᴛ 15%
  4. Footnote απ αρχης 87% ¦ — ᴄᴛ 8.2%
  5. Footnote γραφω 80.3% ¦ εγραψα ᴀɴᴛ ᴄᴛ 18.5%
  6. Footnote αλαζονεια ¦ αλαζονια ᴛʜ ᴡʜ
  7. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  8. Footnote ο ¦ — ᴄᴛ
  9. Footnote εξηλθον ¦ εξηλθαν ᴄᴛ
  10. Footnote ησαν εξ ημων 92.2% ¦ εξ ημων ησαν ɴᴀ ꜱʙʟ ᴡʜ 5.3%
  11. Footnote και ¦ — ᴡʜ
  12. Footnote παντα 96.4% ¦ παντες ɴᴀ ꜱʙʟ ᴡʜ 2.4%
  13. Footnote εχει 77.5% ¦ εχει ο ομολογων τον υιον και τον πατερα εχει ᴄᴛ ꜱᴄʀ 21%
  14. Footnote ουν ¦ — ᴄᴛ
  15. Footnote υιω και εν τω πατρι ¦ πατρι και εν τω υιω ᴘᴄᴋ
  16. Footnote εν υμιν μενει ¦ μενει εν υμιν ᴄᴛ
  17. Footnote αυτο ¦ αυτου ᴄᴛ
  18. Footnote μενειτε ¦ μενετε ᴄᴛ
  19. Footnote οταν 92.5% ¦ εαν ᴄᴛ 6.2%
  20. Footnote εχωμεν 79.3% ¦ εχομεν ᴍꜱꜱ 11% ¦ σχωμεν ᴄᴛ 9.1%
  21. Footnote πας ¦ και πας ɴᴀ ᴛʜ
  22. Footnote γεγεννηται ¦ γεγενηται ꜱᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.