Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 3

Division Is of the Flesh

1

Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην 2ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ᾽ ὡς 3σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα 4καὶ οὐ βρῶμα, οὔπω γὰρ 5ἠδύνασθε· ἀλλ᾽ 6οὔτε ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις 7καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλώ, 8οὐχὶ σαρκικοί ἐστε; 9

Τίς οὖν ἐστι 10Παῦλος, τίς δὲ Ἀπολλώς, 11ἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν; ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, 12ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων ἀλλ᾽ ὁ αὐξάνων Θεός. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν 13λήψεται κατὰ τὸν ἴδιον κόπον. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.

Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον 14τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς 15Χριστός. εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον 16τοῦτον 17χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ 18δοκιμάσει. εἴ τινος τὸ ἔργον 19μένει ὃ 20ἐποικοδόμησε, μισθὸν 21λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.

Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ 22οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· καὶ πάλιν, Κύριος 23γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα—πάντα ὑμῶν 24ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

Source notes (24)
  1. Footnote και εγω ¦ καγω ᴄᴛ
  2. Footnote υμιν λαλησαι ¦ λαλησαι υμιν ᴄᴛ ᴛʀ
  3. Footnote σαρκικοις ¦ σαρκινοις ᴄᴛ
  4. Footnote και ¦ — ᴄᴛ
  5. Footnote ηδυνασθε ¦ εδυνασθε ᴄᴛ ʜꜰ ʀᴘ
  6. Footnote ουτε ¦ ουδε ᴄᴛ
  7. Footnote και διχοστασιαι 91.2% ¦ — ᴄᴛ 4.8%
  8. Footnote ουχι σαρκικοι 94.9% ¦ ουκ ανθρωποι ᴄᴛ 2.7%
  9. Footnote τις ¦ τι ᴄᴛ
  10. Footnote παυλος τις δε απολλως 87.5% ¦ απολλως τι δε εστι παυλος ᴄᴛ 3%
  11. Footnote αλλ η ¦ — ᴄᴛ
  12. Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
  13. Footnote ληψεται ¦ λημψεται ᴄᴛ
  14. Footnote τεθεικα ¦ εθηκα ᴄᴛ
  15. Footnote χριστος ¦ ο χριστος ᴛʀ
  16. Footnote τουτον ¦ — ᴄᴛ
  17. Footnote χρυσον αργυρον ¦ χρυσιον αργυριον ᴛʜ ᴡʜ
  18. Footnote δοκιμασει ¦ αυτο δοκιμασει ᴄᴛ
  19. Footnote μένει ¦ μενεῖ ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴡʜ
  20. Footnote εποικοδομησε ¦ επωκοδομησε ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ
  21. Footnote ληψεται ¦ λημψεται ᴄᴛ
  22. Footnote οικει εν υμιν ¦ εν υμιν οικει ᴡʜ
  23. Footnote γινωσκει ¦ γεινωσκει ᴛʜ
  24. Footnote εστιν ¦ — ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.