Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 2
Proclaiming Christ Crucified
Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ 1μαρτύριον τοῦ Θεοῦ. οὐ γὰρ ἔκρινα 2τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον. 3καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν 4πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ᾽ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾽ ἐν δυνάμει Θεοῦ.
Spiritual Wisdom
Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν 5σοφίαν Θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἀλλὰ καθὼς γέγραπται,
Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, 6
ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
ἡμῖν 7δὲ 8ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος 9αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα 10ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς 11οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ᾽ ἐν διδακτοῖς Πνεύματος 12Ἁγίου, πνευματικοῖς πνευματικὰ 13συγκρίνοντες.
Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει 14μὲν πάντα, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται. τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς 15συμβιβάσει αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
Source notes (15)
- Footnote μαρτυριον 93.1% ¦ μυστηριον ɴᴀ ᴡʜ 4.4%
- Footnote του ειδεναι τι ¦ τι ειδεναι ᴄᴛ
- Footnote και εγω ¦ καγω ᴄᴛ
- Footnote πειθοις ανθρωπινης σοφιας λογοις 66.9% ¦ πειθοι ανθρωπινης σοφιας λογοις ᴍꜱꜱ 11.1% ¦ πειθοις ανθρωπινοις σοφιας λογοις ᴍꜱꜱ 8.5% ¦ πειθοις σοφιας λογοις ɴᴀ ᴛʜ 3.9% ¦ πιθοις σοφιας λογοις ᴡʜ 0.6% ¦ πειθοι σοφιας ꜱʙʟ 0%
- Footnote σοφιαν θεου ¦ θεου σοφιαν ᴄᴛ
- Footnote α ¦ οσα ꜱʙʟ ᴡʜ
- Footnote δε ¦ γαρ ꜱʙʟ ᴡʜ
- Footnote ο θεος απεκαλυψε ¦ απεκαλυψεν ο θεος ᴄᴛ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote ερευνα ¦ εραυνα ᴄᴛ
- Footnote οιδεν ¦ εγνωκεν ᴄᴛ
- Footnote αγιου ¦ — ᴄᴛ
- Footnote συγκρινοντες ¦ συνκρινοντες ᴛʜ ᴡʜ
- Footnote μεν ¦ τα ɴᴀ ꜱʙʟ
- Footnote συμβιβασει ¦ συνβιβασει ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.