Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΡΩΜΑΙΟΥΣ 10

Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις 1⸋ἡ⸌ πρὸς τὸν θεὸν ὑπὲρ 2⸂τοῦ Ἰσραήλ⸃ 3⸋2ἐστιν⸌ εἰς σωτηρίαν. Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ 4⸂τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην⸃ ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει 5⸂τὴν δικαιοσύνην τὴν ἐκ 6⸋τοῦ⸌ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.⸃ Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστιν χριστὸν καταγαγεῖν— ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστιν χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὁμολογήσῃς 7⸂ἐν τῷ στόματί σου κύριον Ἰησοῦν,⸃ καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. Πῶς οὖν 8⸂ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος; Πῶς δὲ κηρύξουσιν⸃ ἐὰν μὴ ἀποσταλῶσιν; 9⸂Καθὼς⸃ γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων 10⸋εἰρήνην, τῶν εὐαγγελιζομένων⸌ 11⸋2τὰ⸌ ἀγαθά. Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος 12⸂θεοῦ.⸃ Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλλὰ λέγω, μὴ 13⸉οὐκ ἔγνω Ἰσραήλ;⸊ Πρῶτος Μωϋσῆς λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, Εὑρέθην 14⸂τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.⸃ Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

Source notes (14)
  1. Footnote * ⸋ ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ τοῦ Ἰσραήλ RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL
  3. Footnote * ⸋2 ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην RP f 35 TR NA27+28 NIV73 ¦ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν TNT2 WH NA25 NIV11 SBL
  5. Footnote * ⸂ τὴν δικαιοσύνην … ὅτι ὁ ποιήσας αὐτὰ … ζήσεται ἐν αὐτοῖς RP f 35 TR NA27+28 NIV ¦ τὴν δικαιοσύνην … ὅτι ὁ ποιήσας αὐτὰ … ζήσεται ἐν αὐτῇ TNT2 ¦ ὅτι τὴν δικαιοσύνην … ὁ ποιήσας … ζήσεται ἐν αὐτῇ WH SBL ¦ ὅτι τὴν δικαιοσύνην … ὁ ποιήσας αὐτὰ … ζήσεται ἐν αὐτῇ NA25
  6. Footnote * ⸋ τοῦ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25
  7. Footnote * ⸂ ἐν τῷ στόματί σου κύριον Ἰησοῦν RP f 35 TR TNT2 NA NIV SBL ¦ τὸ ῥῆμα ἐν τῷ στόματί σου ὅτι Κύριος Ἰησοῦς WH
  8. Footnote * ⸂ ἐπικαλέσονται … πιστεύσουσιν … ἀκούσουσιν … κηρύξουσιν RP f 35 TR ¦ ἐπικαλέσωνται … πιστεύσωσιν … ἀκούσωσιν … κηρύξωσιν TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ Καθὼς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Καθάπερ WH NA25
  10. Footnote * ⸋ εἰρήνην, τῶν εὐαγγελιζομένων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  11. Footnote * ⸋2 τὰ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11
  12. Footnote * ⸂ θεοῦ RP f 35 TR ¦ χριστοῦ TNT2 WH NA NIV SBL
  13. Footnote * ⸉ οὐκ ἔγνω Ἰσραήλ RP f 35 TR ¦ Ἰσραήλ οὐκ ἔγνω TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ τοῖς ἐμὲ μὴ ζητοῦσιν … τοῖς ἐμὲ μὴ ἐπερωτῶσι(ν) RP f 35 TR WH NA25 NIV11 ¦ ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν … ἐν τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν TNT2 ¦ ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν … τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν NA27+28 NIV73 SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.