Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΦΙΛΗΜΟΝΑ 1

Παῦλος δέσμιος 1⸉χριστοῦ Ἰησοῦ,⸊ καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ 2⸂ἀγαπητῇ,⸃ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.

Εὐχαριστῶ τῷ θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν ἣν ἔχεις 3⸂πρὸς⸃ τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ 4⸋τοῦ⸌ ἐν 5⸂ἡμῖν⸃ εἰς 6⸂2χριστὸν Ἰησοῦν.⸃ 7⸂Χάριν⸃ γὰρ 8⸂2ἔχομεν πολλὴν⸃ καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

Διὸ πολλὴν ἐν χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος 9⸉Ἰησοῦ χριστοῦ.⸊ Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς 10⸋μου,⸌ Ὀνήσιμον, τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ 11⸆ σοὶ καὶ ἐμοὶ εὔχρηστον, 12⸂ὃν ἀνέπεμψα· σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ·⸃ ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ 13⸉διακονῇ μοι⸊ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· οὐκέτι ὡς δοῦλον, ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. Εἰ οὖν 14⸂με⸃ ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει· ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν 15⸂κυρίῳ.⸃ Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ 16⸂ὃ⸃ λέγω ποιήσεις. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. 17

⸂Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.⸃

Ἡ χάρις 18⸂τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ⸃ μετὰ τοῦ πνεύματος ὑμῶν. 19⸋Ἀμήν.⸌

Source notes (19)
  1. Footnote * ⸉ χριστοῦ Ἰησοῦ RP TR TNT2 WH NA NIV SBL Sol ¦ Ἰησοῦ χριστοῦ f 35
  2. Footnote * ⸂ ἀγαπητῇ RP f 35 TR ¦ ἀδελφῇ TNT2 WH NA NIV SBL Sol
  3. Footnote * ⸂ πρὸς RP f 35 TR NA NIV SBL Sol ¦ εἰς TNT2 WH
  4. Footnote * ⸋ τοῦ RP f 35 TR WH NA NIV SBL Sol ¦ – TNT2
  5. Footnote * ⸂ ἡμῖν RP TNT2 WH NA NIV SBL ¦ ὑμῖν f 35 TR Sol
  6. Footnote * ⸂2 χριστὸν Ἰησοῦν RP f 35 TR ¦ χριστὸν TNT2 WH NA NIV SBL Sol
  7. Footnote * ⸂ Χάριν RP f 35 ¦ Χαρὰν TR TNT2 WH NA NIV SBL Sol
  8. Footnote * ⸂2 ἔχομεν πολλὴν RP f 35 TR ¦ πολλὴν ἔσχον TNT2 WH NA NIV SBL Sol
  9. Footnote * ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL Sol
  10. Footnote * ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Sol
  11. Footnote * ⸆ – RP f 35 TR TNT2 WH SBL Sol ¦ καὶ NA NIV
  12. Footnote * ⸂ ὃν ἀνέπεμψα· σὺ δὲ αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ· RP f 35 TR ¦ ὃν ἀνέπεμψά σοι αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα· TNT2 WH NA NIV SBL Sol
  13. Footnote * ⸉ διακονῇ μοι RP f 35 TR ¦ μοι διακονῇ TNT2 WH NA NIV SBL Sol
  14. Footnote * ⸂ με RP f 35 TNT2 WH NA NIV SBL Sol ¦ ἐμέ TR
  15. Footnote * ⸂ κυρίῳ RP f 35 TR ¦ χριστῷ TNT2 WH NA NIV SBL Sol
  16. Footnote * ⸂ ὃ RP f 35 TR ¦ ἃ TNT2 WH NA NIV SBL Sol
  17. Footnote * ⸂ Ἀσπάζονταί σε Ἐπαφρᾶς … οἱ συνεργοί μου. RP f 35 TR ¦ Ἀσπάζεταί σε Ἐπαφρᾶς … οἱ συνεργοί μου. TNT2 WH NA NIV SBL Sol
  18. Footnote * ⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP TR TNT2 ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ f 35 ¦ τοῦ κυρίου Ἰησοῦ χριστοῦ WH NA NIV SBL Sol
  19. Footnote * ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Sol

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.