Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΟΛΟΣΣΑΕΙΣ 3

Εἰ οὖν συνηγέρθητε τῷ χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ. Ὅταν ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ 1⸂ἡμῶν,⸃ τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.

Νεκρώσατε οὖν τὰ μέλη 2⸋ὑμῶν⸌ τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ 3⸋ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·⸌ ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν 4⸂αὐτοῖς.⸃ Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ 5⸋τὰ⸌ πάντα καὶ ἐν πᾶσιν χριστός.

Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα 6⸂οἰκτιρμοῦ,⸃ χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν· ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ 7⸂ὁ χριστὸς⸃ ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς· ἐπὶ πᾶσιν δὲ τούτοις 8⸂τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος⸃ τῆς τελειότητος. Καὶ ἡ εἰρήνη 9⸂τοῦ θεοῦ⸃ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. Ὁ λόγος τοῦ χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, 10⸂ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς,⸃ ἐν 11⸆ χάριτι ᾄδοντες ἐν 12⸂2τῇ καρδίᾳ⸃ ὑμῶν 13⸂3τῷ κυρίῳ.⸃ Καὶ πᾶν ὅ τι 14⸂ἂν⸃ ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ 15⸋καὶ⸌ πατρὶ δι᾽ αὐτοῦ.

Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς 16⸋ἰδίοις⸌ ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γάρ 17⸉ἐστιν εὐάρεστον⸊ 18⸋ἐν⸌ 19⸆ κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν 20⸂ὀφθαλμοδουλίαις⸃ ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾽ ἐν ἁπλότητι καρδίας, φοβούμενοι 21⸂2τὸν θεόν·⸃ 22⸋καὶ⸌ 23⸂πᾶν ὅ τι⸃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι 24⸂ἀπὸ κυρίου λήψεσθε⸃ τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ 25⸋γὰρ⸌ κυρίῳ χριστῷ δουλεύετε. Ὁ 26⸂δὲ⸃ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν· καὶ οὐκ ἔστιν προσωποληψία.

Source notes (26)
  1. Footnote * ⸂ ἡμῶν RP f 35 TR WH NA25 ¦ ὑμῶν TNT2 NA27+28 NIV SBL Ead
  2. Footnote * ⸋ ὑμῶν RP f 35 TR NIV73 Ead ¦ – TNT2 WH NA NIV11 SBL
  3. Footnote * ⸋ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP f 35 TR NA27+28 SBL Ead ¦ – TNT2 WH NA25 NIV
  4. Footnote * ⸂ αὐτοῖς RP f 35 TR ¦ τούτοις TNT2 WH NA NIV SBL Ead
  5. Footnote * ⸋ τὰ RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead ¦ – WH NA25
  6. Footnote * ⸂ οἰκτιρμοῦ RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ οἰκτιρμῶν TR
  7. Footnote * ⸂ ὁ χριστὸς RP f 35 TR Ead ¦ ὁ κύριος TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος RP f 35 ¦ τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος TR ¦ τὴν ἀγάπην, ὅ ἐστὶν σύνδεσμος TNT2 WH NA NIV SBL ¦ τὴν ἀγάπην, ὅ ἐστὶ σύνδεσμος Ead
  9. Footnote * ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ χριστοῦ TNT2 WH NA NIV SBL Ead
  10. Footnote * ⸂ ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς RP f 35 TR ¦ ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς TNT2 WH NA NIV SBL Ead
  11. Footnote * ⸆ – RP f 35 TR WH SBL ¦ τῇ TNT2 NA NIV Ead
  12. Footnote * ⸂2 τῇ καρδίᾳ RP f 35 TR ¦ ταῖς καρδίαις TNT2 WH NA NIV SBL Ead
  13. Footnote * ⸂3 τῷ κυρίῳ RP f 35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL Ead
  14. Footnote * ⸂ ἂν RP f 35 TR Ead ¦ ἐὰν TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋ καὶ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL
  16. Footnote * ⸋ ἰδίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
  17. Footnote * ⸉ ἐστιν εὐάρεστον RP f 35 TR ¦ εὐάρεστόν ἐστιν TNT2 WH NA NIV SBL Ead
  18. Footnote * ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR
  19. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR
  20. Footnote * ⸂ ὀφθαλμοδουλίαις RP TNT2 WH NA25 SBL ¦ ὀφθαλμοδουλείαις f 35 TR ¦ ὀφθαλμοδουλίᾳ NA27+28 NIV ¦ ὀφθαλμοδουλείᾳ Ead
  21. Footnote * ⸂2 τὸν θεόν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL Ead
  22. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
  23. Footnote * ⸂ πᾶν ὅ τι RP f 35 TR ¦ ὅ TNT2 WH NA NIV SBL Ead
  24. Footnote * ⸂ ἀπὸ κυρίου λήψεσθε RP f 35 ¦ ἀπὸ κυρίου ἀπολήψεσθε TR Ead ¦ ἀπὸ κυρίου ἀπολήμψεσθε TNT2 WH NA NIV SBL
  25. Footnote * ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
  26. Footnote * ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.