Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 20

Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, 1⸂προσκαλεσάμενος⸃ ὁ Παῦλος τοὺς μαθητάς, καὶ 2⸆ ἀσπασάμενος, ἐξῆλθεν 3⸂2πορευθῆναι⸃ εἰς 4⸋τὴν⸌ Μακεδονίαν. Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης 5⸉αὐτῷ ἐπιβουλῆς⸊ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο 6⸂γνώμη⸃ τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ 7⸋ἄχρι τῆς Ἀσίας⸌ Σώπατρος 8⸆ Βεροιαῖος· Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος. Οὗτοι 9⸆ 10⸂προσελθόντες⸃ ἔμενον ἡμᾶς ἐν Τρῳάδι. Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, 11⸂οὗ⸃ διετρίψαμεν ἡμέρας ἑπτά.

Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων 12⸂τῶν μαθητῶν⸃ 13⸆ κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ 14⸂ἦμεν⸃ συνηγμένοι. 15⸂Καθήμενος⸃ δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν εἶπεν, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ καὶ κλάσας 16⸆ ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.

Ἡμεῖς δέ, 17⸂προσελθόντες⸃ ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν 18⸂2εἰς⸃ τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ 19⸉ἦν διατεταγμένος,⸊ μέλλων αὐτὸς πεζεύειν. Ὡς δὲ 20⸂συνέβαλεν⸃ ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην. Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον· 21⸂καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ⸃ ἤλθομεν εἰς Μίλητον. 22⸂Ἔκρινεν⸃ γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γάρ, εἰ δυνατὸν 23⸂2ἦν⸃ αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.

Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς,

Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας 24⸋ἀφ᾽⸌ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ 25⸋πολλῶν⸌ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς 26⸋τὸν⸌ θεὸν μετάνοιαν, καὶ πίστιν 27⸋2τὴν⸌ εἰς 28⸂τὸν κύριον ἡμῶν Ἰησοῦν.⸃ Καὶ νῦν ἰδού, 29⸉ἐγὼ δεδεμένος⸊ τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά 30⸂μοι⸃ μὴ εἰδώς, πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται 31⸆ λέγον ὅτι δεσμά 32⸉με καὶ θλίψεις⸊ μένουσιν. Ἀλλ᾽ οὐδενὸς 33⸂λόγον⸃ ποιοῦμαι, 34⸋οὐδὲ ἔχω⸌ τὴν ψυχήν 35⸋2μου⸌ τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου 36⸋3μετὰ χαρᾶς,⸌ καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ. Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν 37⸋τοῦ θεοῦ.⸌ 38⸂Διότι⸃ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς 39⸋ἐγὼ⸌ 40⸆ ἀπὸ τοῦ αἵματος πάντων. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι 41⸉ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ.⸊ Προσέχετε 42⸋οὖν⸌ ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν 43⸂τοῦ κυρίου καὶ θεοῦ,⸃ ἣν περιεποιήσατο διὰ τοῦ 44⸂2ἰδίου αἵματος.⸃ Ἐγὼ 45⸋γὰρ⸌ οἶδα 46⸋2τοῦτο,⸌ ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω 47⸂αὐτῶν.⸃ Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, 48⸋ἀδελφοί,⸌ 49⸂τῷ θεῷ⸃ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ 50⸂2ἐποικοδομῆσαι,⸃ καὶ δοῦναι 51⸋2ὑμῖν⸌ 52⸆ κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. Αὐτοὶ 53⸆ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε 54⸂τῶν λόγων⸃ τοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν 55⸉μᾶλλον διδόναι⸊ ἢ λαμβάνειν.

Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο. Ἱκανὸς δὲ 56⸉ἐγένετο κλαυθμὸς⸊ πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

Source notes (56)
  1. Footnote * ⸂ προσκαλεσάμενος RP f 35 TR ¦ μεταπεμψάμενος TNT2 WH NA NIV SBL
  2. Footnote * ⸆ – RP f 35 TR ¦ παρακαλέσας TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂2 πορευθῆναι RP f 35 TR ¦ πορεύεσθαι TNT2 WH NA NIV SBL
  4. Footnote * ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸉ αὐτῷ ἐπιβουλῆς RP TR ¦ ἐπιβουλῆς αὐτῷ f 35 TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂ γνώμη RP f 35 TR ¦ γνώμης TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ ἄχρι τῆς Ἀσίας RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  8. Footnote * ⸆ – RP f 35 TR ¦ Πύρρου TNT2 WH NA NIV SBL
  9. Footnote * ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ προσελθόντες RP TNT2 WH SBL ¦ προελθόντες f 35 TR NA NIV
  11. Footnote * ⸂ οὗ RP f 35 TR TNT2 WH SBL ¦ ὅπου NA NIV
  12. Footnote * ⸂ τῶν μαθητῶν RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL
  13. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR
  14. Footnote * ⸂ ἦμεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἦσαν TR
  15. Footnote * ⸂ Καθήμενος RP f 35 TR ¦ Καθεζόμενος TNT2 WH NA NIV SBL
  16. Footnote * ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ προσελθόντες RP f 35 ¦ προελθόντες TR TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂2 εἰς RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL
  19. Footnote * ⸉ ἦν διατεταγμένος RP f 35 TR ¦ διατεταγμένος ἦν TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ συνέβαλεν RP f 35 TR ¦ συνέβαλλεν TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ RP TR ¦ καὶ μείναντες ἐν Τρωγυλίῳ, τῇ ἐχομένῃ f 35 ¦ τῇ δὲ ἐχομένῃ TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ Ἔκρινεν RP f 35 ¦ Ἔκρινε TR ¦ Κεκρίκει TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂2 ἦν RP f 35 TR ¦ εἴη TNT2 WH NA NIV SBL
  24. Footnote * ⸋ ἀφ᾽ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  25. Footnote * ⸋ πολλῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  26. Footnote * ⸋ τὸν RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋2 τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ τὸν κύριον ἡμῶν Ἰησοῦν RP f 35 WH NA NIV SBL ¦ τὸν κύριον ἡμῶν Ἰησοῦν χριστόν TR TNT2
  29. Footnote * ⸉ ἐγὼ δεδεμένος RP f 35 TR ¦ δεδεμένος ἐγὼ TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂ μοι RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἐμοὶ WH NA25
  31. Footnote * ⸆ – RP f 35 TR ¦ μοι TNT2 WH NA NIV SBL
  32. Footnote * ⸉ με καὶ θλίψεις RP f 35 TR ¦ καὶ θλίψεις με TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂ λόγον RP f 35 TR ¦ λόγου TNT2 WH NA NIV SBL
  34. Footnote * ⸋ οὐδὲ ἔχω RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋2 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  36. Footnote * ⸋3 μετὰ χαρᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  37. Footnote * ⸋ τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂ Διότι RP WH NA NIV SBL ¦ Διὸ f 35 TR TNT2
  39. Footnote * ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸆ – RP f 35 TR ¦ εἰμι TNT2 WH NA NIV SBL
  41. Footnote * ⸉ ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ RP f 35 TR ¦ πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν TNT2 WH NA NIV SBL
  42. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂ τοῦ κυρίου καὶ θεοῦ RP f 35 ¦ τοῦ θεοῦ TR WH NA NIV SBL ¦ τοῦ κυρίου TNT2
  44. Footnote * ⸂2 ἰδίου αἵματος RP f 35 TR ¦ αἵματος τοῦ ἰδίου TNT2 WH NA NIV SBL
  45. Footnote * ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  46. Footnote * ⸋2 τοῦτο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂ αὐτῶν RP f 35 TR NA27+28 NIV ¦ ἑαυτῶν TNT2 WH NA25 SBL
  48. Footnote * ⸋ ἀδελφοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂ τῷ θεῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τῷ κυρίῳ WH NA25
  50. Footnote * ⸂2 ἐποικοδομῆσαι RP f 35 TR ¦ οἰκοδομῆσαι TNT2 WH NA NIV SBL
  51. Footnote * ⸋2 ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  52. Footnote * ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL
  53. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR
  54. Footnote * ⸂ τῶν λόγων RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ λόγου f 35
  55. Footnote * ⸉ μᾶλλον διδόναι RP f 35 TNT2 WH NA NIV SBL ¦ διδόναι μᾶλλον TR
  56. Footnote * ⸉ ἐγένετο κλαυθμὸς RP TR ¦ κλαυθμὸς ἐγένετο f 35 TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.