Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 2

Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν 1⸂ἅπαντες ὁμοθυμαδὸν⸃ ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, 2⸂ἐκάθισέν τε⸃ ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν. Καὶ ἐπλήσθησαν 3⸂ἅπαντες⸃ πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου 4⸉αὐτοῖς ἀποφθέγγεσθαι.⸊

Ἦσαν δὲ 5⸂ἐν⸃ Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι 6⸂ἤκουον⸃ εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ 7⸋πάντες⸌ καὶ ἐθαύμαζον, λέγοντες 8⸋2πρὸς ἀλλήλους,⸌ 9⸂Οὐκ⸃ ἰδοὺ 10⸂2πάντες⸃ οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. Ἐξίσταντο δὲ πάντες καὶ 11⸂διηπόρουν,⸃ ἄλλος πρὸς ἄλλον λέγοντες, Τί 12⸂2ἂν θέλοι⸃ τοῦτο εἶναι; Ἕτεροι δὲ 13⸂χλευάζοντες⸃ ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.

Σταθεὶς δὲ 14⸆ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ, καὶ 15⸂ἀπεφθέγξατο⸃ αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ 16⸂2ἅπαντες,⸃ τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ, Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν 17⸂ἐνύπνια⸃ ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν 18⸋ἢ⸌ ἐλθεῖν 19⸋2τὴν⸌ ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται, πᾶς ὃς 20⸂ἂν⸃ ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα 21⸉ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον⸊ εἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις, οἷς ἐποίησεν δι᾽ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς 22⸋καὶ⸌ αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον 23⸋λαβόντες,⸌ διὰ 24⸂χειρῶν⸃ ἀνόμων προσπήξαντες ἀνείλετε· ὃν ὁ θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ. Δαυὶδ γὰρ λέγει εἰς αὐτόν, Προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός· ὅτι ἐκ δεξιῶν μου ἐστίν, ἵνα μὴ σαλευθῶ· διὰ τοῦτο εὐφράνθη 25⸉ἡ καρδία μου,⸊ καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου· ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾽ ἐλπίδι· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς 26⸂ᾍδου,⸃ οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ 27⸋τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν,⸌ καθίσαι ἐπὶ 28⸂τοῦ θρόνου⸃ αὐτοῦ, προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ, ὅτι 29⸂οὐ 30⸂2κατελείφθη⸃ 31⸋ἡ ψυχὴ αὐτοῦ⸌ εἰς 32⸂3ᾍδου,⸃ οὐδὲ⸃ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν 33⸂τοῦ ἁγίου πνεύματος⸃ λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεεν τοῦτο ὃ 34⸋νῦν⸌ ὑμεῖς 35⸆ βλέπετε καὶ ἀκούετε. Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, Εἶπεν 36⸋ὁ⸌ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ κύριον 37⸉καὶ χριστὸν αὐτὸν⸊ 38⸉2ὁ θεὸς ἐποίησεν,⸊ τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.

Ἀκούσαντες δὲ κατενύγησαν 39⸂τῇ καρδίᾳ,⸃ εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί 40⸂2ποιήσομεν,⸃ ἄνδρες ἀδελφοί; 41⸂Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε,⸃ καὶ βαπτισθήτω ἕκαστος ὑμῶν 42⸂2ἐπὶ⸃ τῷ ὀνόματι Ἰησοῦ χριστοῦ εἰς ἄφεσιν 43⸆ ἁμαρτιῶν, 44⸆2 καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος. Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσιν τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρετο καὶ παρεκάλει 45⸆ λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Οἱ μὲν οὖν 46⸋ἀσμένως⸌ ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν 47⸆ τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, 48⸋καὶ⸌ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. 49

⸂Ἐγένετο⸃ δὲ πάσῃ ψυχῇ φόβος, πολλά 50⸂2τε⸃ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. Πάντες δὲ οἱ 51⸂πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ⸃ εἶχον ἅπαντα κοινά, καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν. Καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν θεόν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν 52⸂τῇ ἐκκλησίᾳ.

Source notes (52)
  1. Footnote * ⸂ ἅπαντες ὁμοθυμαδὸν RP f 35 TR ¦ πάντες ὁμοῦ TNT2 WH NA NIV SBL
  2. Footnote * ⸂ ἐκάθισέν τε RP f 35 ¦ ἐκάθισέ τε TR ¦ καὶ ἐκάθισεν TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ ἅπαντες RP f 35 TR ¦ πάντες TNT2 WH NA NIV SBL
  4. Footnote * ⸉ αὐτοῖς ἀποφθέγγεσθαι RP f 35 TR ¦ ἀποφθέγγεσθαι αὐτοῖς TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ ἐν RP f 35 TR TNT2 WH SBL ¦ εἰς NA NIV
  6. Footnote * ⸂ ἤκουον RP f 35 TR TNT2 NA NIV SBL ¦ ἤκουσεν WH
  7. Footnote * ⸋ πάντες RP TR TNT2 ¦ – f 35 WH NA NIV SBL
  8. Footnote * ⸋2 πρὸς ἀλλήλους RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ Οὐκ RP f 35 TR ¦ Οὐχὶ TNT2 WH NA25 ¦ Οὐχ NA27+28 NIV SBL
  10. Footnote * ⸂2 πάντες RP f 35 TR TNT2 WH NA25 SBL ¦ ἅπαντες NA27+28 NIV
  11. Footnote * ⸂ διηπόρουν RP f 35 TR NA27+28 NIV SBL ¦ διηποροῦντο TNT2 WH NA25
  12. Footnote * ⸂2 ἂν θέλοι RP f 35 TR ¦ θέλει TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ χλευάζοντες RP TR ¦ διαχλευάζοντες f 35 TNT2 WH NA NIV SBL
  14. Footnote * ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ ἀπεφθέγξατο RP TR TNT2 WH NA NIV SBL ¦ ἐπεφθέγξατο f 35
  16. Footnote * ⸂2 ἅπαντες RP f 35 TR ¦ πάντες TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ ἐνύπνια RP f 35 TR ¦ ἐνυπνίοις TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ ἢ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV
  19. Footnote * ⸋2 τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ ἂν RP f 35 TR NA27+28 NIV ¦ ἐὰν TNT2 WH NA25 SBL
  21. Footnote * ⸉ ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον RP f 35 TR ¦ ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸋ λαβόντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂ χειρῶν RP f 35 TR ¦ χειρὸς TNT2 WH NA NIV SBL
  25. Footnote * ⸉ ἡ καρδία μου RP f 35 TR NA27+28 NIV SBL ¦ μου ἡ καρδία TNT2 WH NA25
  26. Footnote * ⸂ ᾍδου RP f 35 TR ¦ ᾍδην TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ τοῦ θρόνου RP f 35 TR ¦ τὸν θρόνον TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ οὐ … οὐδὲ RP f 35 TR ¦ οὔτε … οὔτε TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂2 κατελείφθη RP f 35 TR ¦ ἐγκατελείφθη TNT2 NA NIV SBL ¦ ἐνκατελείφθη WH
  31. Footnote * ⸋ ἡ ψυχὴ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂3 ᾍδου RP f 35 TR TNT2 ¦ ᾍδην WH NA NIV SBL
  33. Footnote * ⸂ τοῦ ἁγίου πνεύματος RP f 35 TR ¦ τοῦ πνεύματος τοῦ ἁγίου TNT2 WH NA NIV SBL
  34. Footnote * ⸋ νῦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  35. Footnote * ⸆ – RP f 35 TR TNT2 NIV73 SBL ¦ καὶ WH NA NIV11
  36. Footnote * ⸋ ὁ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11
  37. Footnote * ⸉ καὶ χριστὸν αὐτὸν RP f 35 TR ¦ αὐτὸν καὶ χριστὸν TNT2 WH NA NIV SBL
  38. Footnote * ⸉2 ὁ θεὸς ἐποίησεν RP f 35 TNT2 ¦ ὁ θεὸς ἐποίησε TR ¦ ἐποίησεν ὁ θεός WH NA NIV SBL
  39. Footnote * ⸂ τῇ καρδίᾳ RP f 35 TR ¦ τὴν καρδίαν TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂2 ποιήσομεν RP f 35 TR ¦ ποιήσωμεν TNT2 WH NA NIV SBL
  41. Footnote * ⸂ Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε RP TR ¦ Εἶπεν δὲ Πέτρος πρὸς αὐτούς, Μετανοήσατε f 35 ¦ Πέτρος δὲ πρὸς αὐτούς, Μετανοήσατε TNT2 WH NA25 NIV11 SBL ¦ Πέτρος δὲ πρὸς αὐτούς, Μετανοήσατε, φησίν NA27+28 NIV73
  42. Footnote * ⸂2 ἐπὶ RP f 35 TR NA NIV SBL ¦ ἐν TNT2 WH
  43. Footnote * ⸆ – RP f 35 TR ¦ τῶν TNT2 WH NA NIV SBL
  44. Footnote * ⸆2 – RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL
  45. Footnote * ⸆ – RP f 35 TR ¦ αὐτοὺς TNT2 WH NA NIV SBL
  46. Footnote * ⸋ ἀσμένως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  47. Footnote * ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL
  48. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂ Ἐγένετο RP f 35 TR ¦ Ἐγίνετο TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂2 τε RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ δὲ WH NA25
  51. Footnote * ⸂ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ πιστεύσαντες ἐπὶ τὸ αὐτό WH NA25
  52. Footnote * ⸂ τῇ ἐκκλησίᾳ. Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος RP f 35 TR ¦ ἐπὶ τὸ αὐτό. Πέτρος δὲ TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.