Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 12

Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. 1⸂Καὶ ἰδὼν⸃ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον—ἦσαν δὲ 2⸋αἱ⸌ ἡμέραι τῶν ἀζύμων— ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν 3⸂ἐκτενὴς⸃ γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν 4⸂2ὑπὲρ⸃ αὐτοῦ. Ὅτε δὲ ἔμελλεν 5⸂αὐτὸν προάγειν⸃ ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδού, ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέν 6⸂τε⸃ ὁ ἄγγελος πρὸς αὐτόν, 7⸂2Περίζωσαι⸃ καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει 8⸋αὐτῷ·⸌ καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ. Καὶ ὁ Πέτρος, 9⸉γενόμενος ἐν ἑαυτῷ,⸊ εἶπεν, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν 10⸆ κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν 11⸆ Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. Κρούσαντος δὲ 12⸂τοῦ Πέτρου⸃ τὴν θύραν τοῦ πυλῶνος, προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτὴν εἶπον, Μαίνῃ. Ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ ἔλεγον, Ὁ ἄγγελος 13⸉αὐτοῦ ἐστιν.⸊ Ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτόν, καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο 14⸋αὐτοῖς⸌ πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπεν 15⸂δέ,⸃ Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς 16⸋τὴν⸌ Καισάρειαν διέτριβεν.

Ἦν δὲ 17⸋ὁ Ἡρῴδης⸌ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν 18⸂δὲ⸃ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικήν, 19⸋καὶ⸌ καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. Ὁ δὲ δῆμος ἐπεφώνει, 20⸉Φωνὴ θεοῦ⸊ καὶ οὐκ ἀνθρώπου. Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου, ἀνθ᾽ ὧν οὐκ ἔδωκεν 21⸆ δόξαν τῷ θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν.

Ὁ δὲ λόγος τοῦ 22⸂θεοῦ⸃ ηὔξανεν καὶ ἐπληθύνετο.

Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν 23⸂εἰς Ἱερουσαλήμ,⸃ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες 24⸋καὶ⸌ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον.

Source notes (24)
  1. Footnote * ⸂ Καὶ ἰδὼν RP f 35 TR ¦ Ἰδὼν δὲ TNT2 WH NA NIV SBL
  2. Footnote * ⸋ αἱ RP f 35 NA27+28 NIV ¦ – TR TNT2 WH NA25 SBL
  3. Footnote * ⸂ ἐκτενὴς RP f 35 TR ¦ ἐκτενῶς TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂2 ὑπὲρ RP f 35 TR ¦ περὶ TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ αὐτὸν προάγειν RP TR ¦ προάγειν αὐτὸν f 35 TNT2 ¦ προσαγαγεῖν αὐτὸν WH ¦ προαγαγεῖν αὐτὸν NA NIV SBL
  6. Footnote * ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂2 Περίζωσαι RP f 35 TR ¦ Ζῶσαι TNT2 WH NA NIV SBL
  8. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  9. Footnote * ⸉ γενόμενος ἐν ἑαυτῷ RP f 35 TR ¦ ἐν ἑαυτῷ γενόμενος TNT2 WH NA NIV SBL
  10. Footnote * ⸆ – RP f 35 TR TNT2 ¦ ὁ WH NA NIV SBL
  11. Footnote * ⸆ – RP f 35 TR ¦ τῆς TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ τοῦ Πέτρου RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL
  13. Footnote * ⸉ αὐτοῦ ἐστιν RP f 35 TR ¦ ἐστιν αὐτοῦ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸋ αὐτοῖς RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11
  15. Footnote * ⸂ δέ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
  16. Footnote * ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  17. Footnote * ⸋ ὁ Ἡρῴδης RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ δὲ RP TR TNT2 WH NA NIV SBL ¦ τε f 35
  19. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11
  20. Footnote * ⸉ Φωνὴ θεοῦ RP ¦ Θεοῦ φωνὴ f 35 TR TNT2 WH NA NIV SBL
  21. Footnote * ⸆ – RP f 35 ¦ τὴν TR TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ θεοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ κυρίου WH NA25
  23. Footnote * ⸂ εἰς Ἱερουσαλήμ RP WH NA27+28 SBL ¦ εἰς Ἀντιόχειαν f 35 ¦ ἐξ Ἱερουσαλήμ TR TNT2 NA25 NIV11 ¦ ἀπὸ Ἱερουσαλήμ NIV73
  24. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.