Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 11

Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. 1⸂Καὶ ὅτε⸃ ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες ὅτι 2⸉Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες,⸊ καὶ 3⸂συνέφαγες⸃ αὐτοῖς. Ἀρξάμενος δὲ 4⸋ὁ⸌ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ἤκουσα δὲ 5⸆ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. Εἶπον δέ, Μηδαμῶς, κύριε· ὅτι 6⸋πᾶν⸌ κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ἀπεκρίθη δέ 7⸋μοι⸌ 8⸉φωνὴ ἐκ δευτέρου⸊ ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ 9⸉πάλιν ἀνεσπάσθη⸊ ἅπαντα εἰς τὸν οὐρανόν. Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ 10⸂ἤμην,⸃ ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. Εἶπεν δέ 11⸉μοι τὸ πνεῦμα⸊ συνελθεῖν αὐτοῖς, μηδὲν 12⸂διακρινόμενον.⸃ Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· ἀπήγγειλέν 13⸂τε⸃ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα, καὶ εἰπόντα 14⸋αὐτῷ,⸌ Ἀπόστειλον εἰς Ἰόππην 15⸋2ἄνδρας,⸌ καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ. Ἐμνήσθην δὲ τοῦ ῥήματος 16⸆ κυρίου, ὡς ἔλεγεν, 17⸆2 Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ. Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ 18⸂τὸν κύριον Ἰησοῦν χριστόν,⸃ ἐγὼ 19⸋δὲ⸌ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν; Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ 20⸂ἐδόξαζον⸃ τὸν θεόν, λέγοντες, Ἄρα 21⸋γε⸌ καὶ τοῖς ἔθνεσιν ὁ θεὸς τὴν μετάνοιαν 22⸉ἔδωκεν εἰς ζωήν.⸊

Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες 23⸂εἰσελθόντες⸃ εἰς Ἀντιόχειαν, ἐλάλουν 24⸆ πρὸς τοὺς 25⸂2Ἑλληνιστάς,⸃ εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ κυρίου μετ᾽ αὐτῶν· πολύς τε ἀριθμὸς 26⸆ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς 27⸆ ἐν 28⸂Ἱεροσολύμοις⸃ περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβαν 29⸋διελθεῖν⸌ ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν 30⸆ τοῦ θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν 31⸆2 τῷ κυρίῳ· ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ. Ἐξῆλθεν δὲ εἰς Ταρσὸν 32⸋ὁ Βαρνάβας⸌ ἀναζητῆσαι Σαῦλον, καὶ 33⸂εὑρὼν ἤγαγεν αὐτὸν⸃ εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ 34⸂2αὐτοὺς⸃ 35⸆ ἐνιαυτὸν ὅλον συναχθῆναι 36⸆2 τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε 37⸂3πρῶτον⸃ ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.

Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανεν διὰ τοῦ πνεύματος 38⸂λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην· ὅστις⸃ 39⸋καὶ⸌ ἐγένετο ἐπὶ Κλαυδίου 40⸋2Καίσαρος.⸌ Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

Source notes (40)
  1. Footnote * ⸂ Καὶ ὅτε RP f 35 TR ¦ Ὅτε δὲ TNT2 WH NA NIV SBL
  2. Footnote * ⸉ Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες RP TR ¦ Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας f 35 TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ συνέφαγες RP f 35 TR NA NIV SBL ¦ συνέφαγεν TNT2 WH
  4. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  6. Footnote * ⸋ πᾶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ μοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  8. Footnote * ⸉ φωνὴ ἐκ δευτέρου RP TR TNT2 NA27+28 NIV SBL ¦ ἐκ δευτέρου φωνὴ f 35 WH NA25
  9. Footnote * ⸉ πάλιν ἀνεσπάσθη RP f 35 TR ¦ ἀνεσπάσθη πάλιν TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ ἤμην RP f 35 TR NIV73 ¦ ἦμεν TNT2 WH NA NIV11 SBL
  11. Footnote * ⸉ μοι τὸ πνεῦμα RP f 35 TR ¦ τὸ πνεῦμα μοι TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ διακρινόμενον RP f 35 TR ¦ διακρίναντα TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ τε RP TR ¦ δὲ f 35 TNT2 WH NA NIV SBL
  14. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋2 ἄνδρας RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
  16. Footnote * ⸆ – RP TR ¦ τοῦ f 35 TNT2 WH NA NIV SBL
  17. Footnote * ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ ὃτι f 35
  18. Footnote * ⸂ τὸν κύριον Ἰησοῦν χριστόν RP TR TNT2 WH NA NIV SBL ¦ τὸν κύριον Ἰησοῦν f 35
  19. Footnote * ⸋ δὲ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ ἐδόξαζον RP f 35 TR ¦ ἐδόξασαν TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ γε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  22. Footnote * ⸉ ἔδωκεν εἰς ζωήν RP f 35 TR ¦ εἰς ζωήν ἔδωκεν TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂ εἰσελθόντες RP f 35 TR ¦ ἐλθόντες TNT2 WH NA NIV SBL
  24. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂2 Ἑλληνιστάς RP f 35 TR WH NA27+28 NIV11 SBL ¦ Ἕλληνας TNT2 NA25 NIV73
  26. Footnote * ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL
  27. Footnote * ⸆ – RP f 35 TR ¦ οὔσης TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ Ἱεροσολύμοις RP f 35 TR ¦ Ἰερουσαλὴμ TNT2 WH NA NIV SBL
  29. Footnote * ⸋ διελθεῖν RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
  30. Footnote * ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL
  31. Footnote * ⸆2 – RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐν WH
  32. Footnote * ⸋ ὁ Βαρνάβας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂ εὑρὼν ἤγαγεν αὐτὸν RP ¦ εὑρὼν ἤγαγεν f 35 TNT2 WH NA NIV SBL ¦ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν TR
  34. Footnote * ⸂2 αὐτοὺς RP f 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL
  35. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  36. Footnote * ⸆2 – RP f 35 ¦ ἐν TR TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂3 πρῶτον RP f 35 TR ¦ πρώτως TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂ λιμὸν μέγαν … ὅστις RP f 35 TR ¦ λιμὸν μεγάλην … ἥτις TNT2 WH NA NIV SBL
  39. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋2 Καίσαρος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.