Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 16

Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν ⸀καὶ1 διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα ⸂αὐτὴν προσδέξησθε2 ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ⸂ἐμοῦ αὐτοῦ3.

Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ⸀Ἀσίας4 εἰς Χριστόν. ἀσπάσασθε ⸀Μαριάμ5 ἥτις πολλὰ ἐκοπίασεν εἰς ⸀ὑμᾶς6 ἀσπάσασθε Ἀνδρόνικον καὶ ⸀Ἰουνίαν7 τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ ⸀γέγοναν8 ἐν Χριστῷ. ἀσπάσασθε ⸀Ἀμπλιᾶτον9 τὸν ἀγαπητόν μου ἐν κυρίῳ. ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. ἀσπάσασθε Ἡρῳδίωνα τὸν ⸀συγγενῆ10 μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ. ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, ⸂Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν⸃ καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.11 ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι ⸀πᾶσαι12 τοῦ Χριστοῦ.

Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ⸀ἐκκλίνετε13 ἀπʼ αὐτῶν· οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ⸀ἡμῶν14 Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ⸂ἐφʼ ὑμῖν οὖν χαίρω15, θέλω δὲ ὑμᾶς ⸀σοφοὺς16 εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ ⸀Χριστοῦ17 μεθʼ ὑμῶν.

⸀Ἀσπάζεται18 ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ⸂ὅλης τῆς ἐκκλησίας19. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.

⸂Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν20 ⸃ ⸀Ἀμήν21 ‘p /’ ‘/book’

Source notes (21)
  1. Footnote καὶ WH NA28 ] – Treg RP
  2. Footnote αὐτὴν προσδέξησθε NA28 RP ] προσδέξησθε αὐτὴν WH Treg
  3. Footnote ἐμοῦ αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἐμοῦ RP
  4. Footnote Ἀσίας WH Treg NA28 ] Ἀχαΐας RP
  5. Footnote Μαριάμ RP ] Μαρίαν WH Treg NA28
  6. Footnote ὑμᾶς WH Treg NA28 ] ἡμᾶς RP
  7. Footnote Ἰουνίαν WH Treg RP ] Ἰουνιᾶν NA28
  8. Footnote γέγοναν WH Treg NA28 ] γεγόνασιν RP
  9. Footnote Ἀμπλιᾶτον WH NA28 Treg ] Ἀμπλίαν RP
  10. Footnote συγγενῆ WH NA28 RP ] συγγενῆν Treg
  11. Footnote Ἑρμῆν Πατροβᾶν Ἑρμᾶν WH Treg NA28 ] Ἑρμᾶν Πατρόβαν Ἑρμῆν RP
  12. Footnote πᾶσαι WH Treg NA28 ] – RP
  13. Footnote ἐκκλίνετε WH Treg NA28 ] ἐκκλίνατε RP
  14. Footnote ἡμῶν WH Treg NA28 ] + Ἰησοῦ RP
  15. Footnote ἐφʼ ὑμῖν οὖν χαίρω WH Treg NA28 ] Χαίρω οὖν τὸ ἐφʼ ὑμῖν RP
  16. Footnote σοφοὺς Treg NA28 ] + μὲν WH RP
  17. Footnote Χριστοῦ Treg RP ] – WH NA28
  18. Footnote Ἀσπάζεται WH Treg NA28 ] Ἀσπάζονται RP
  19. Footnote ὅλης τῆς ἐκκλησίας WH Treg NA28 ] τῆς ἐκκλησίας ὅλης RP
  20. Footnote Ἡ χάρις … ὑμῶν RP ] – WH Treg NA28
  21. Footnote Ἀμήν RP ] 25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 27 μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. WH Treg NA28

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.