Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15

Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ. ὅσα γὰρ προεγράφη, ⸀εἰς1 τὴν ἡμετέραν διδασκαλίαν ⸀ἐγράφη2 ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ ⸂Χριστὸν Ἰησοῦν3, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ⸀ὑμᾶς4 εἰς δόξαν ⸀τοῦ5 θεοῦ. λέγω ⸀γὰρ6 ⸀Χριστὸν7 διάκονον ⸀γεγενῆσθαι8 περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. καὶ πάλιν· Αἰνεῖτε, ⸂πάντα τὰ ἔθνη, τὸν κύριον⸃, καὶ ⸀ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.9 10 καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν. ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου. Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι ⸀πάσης11 γνώσεως, δυνάμενοι καὶ ⸀ἀλλήλους12 νουθετεῖν. ⸀τολμηρότερον13 δὲ ἔγραψα ⸀ὑμῖν14 ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ⸀ὑπὸ15 τοῦ θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν ⸂Χριστοῦ Ἰησοῦ16 εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. ἔχω οὖν ⸀τὴν17 καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν· οὐ γὰρ τολμήσω ⸂τι λαλεῖν18 ὧν οὐ κατειργάσατο Χριστὸς διʼ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει ⸀πνεύματος19 ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, οὕτως δὲ ⸀φιλοτιμούμενον20 εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ, ἀλλὰ καθὼς γέγραπται· ⸂Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται21, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ⸀ἱκανῶν22 ἐτῶν, ὡς ⸀ἂν23 πορεύωμαι εἰς τὴν ⸀Σπανίαν24 ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ— νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ. εὐδόκησαν γάρ, καὶ ὀφειλέται ⸂εἰσὶν αὐτῶν25 · εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶν ⸀εἰς26 Σπανίαν· οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι ⸀εὐλογίας27 Χριστοῦ ἐλεύσομαι. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ ⸀καὶ28 ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος ⸂τοῖς ἁγίοις γένηται29, ἵνα ἐν χαρᾷ ⸀ἐλθὼν30 πρὸς ὑμᾶς διὰ θελήματος ⸀θεοῦ31 συναναπαύσωμαι ὑμῖν. ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

Source notes (31)
  1. Footnote εἰς Treg NA28 RP ] πάντα εἰς WH
  2. Footnote ἐγράφη WH Treg NA28 ] προεγράφη RP
  3. Footnote Χριστὸν Ἰησοῦν WH NA28 RP ] Ἰησοῦν Χριστὸν Treg
  4. Footnote ὑμᾶς Treg NA28 RP ] ἡμᾶς WH
  5. Footnote τοῦ WH Treg NA28 ] – RP
  6. Footnote γὰρ WH Treg NA28 ] δέ RP
  7. Footnote Χριστὸν WH Treg NA28 ] + Ἰησοῦν RP
  8. Footnote γεγενῆσθαι WH NA28 RP ] γένεσθαι Treg
  9. Footnote πάντα τὰ ἔθνη τὸν κύριον WH Treg NA28 ] τὸν κύριον πάντα τὰ ἔθνη RP
  10. Footnote ἐπαινεσάτωσαν WH Treg NA28 ] ἐπαινέσατε RP
  11. Footnote πάσης Treg RP ] + τῆς WH NA28
  12. Footnote ἀλλήλους WH Treg NA28 ] ἄλλους RP
  13. Footnote τολμηρότερον NA28 RP ] τολμηροτέρως WH Treg
  14. Footnote ὑμῖν WH Treg NA28 ] + ἀδελφοί RP
  15. Footnote ὑπὸ NA28 RP ] ἀπὸ WH Treg
  16. Footnote Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP
  17. Footnote τὴν WH Treg NA28 ] – RP
  18. Footnote τι λαλεῖν WH Treg NA28 ] λαλεῖν τι RP
  19. Footnote πνεύματος NIV ] + ἁγίου WH Treg; + θεοῦ RP NA28
  20. Footnote φιλοτιμούμενον WH NA28 RP ] φιλοτιμοῦμαι Treg
  21. Footnote Οἷς … αὐτοῦ ὄψονται Treg NA28 RP ] Ὄψονται οἷς … αὐτοῦ WH
  22. Footnote ἱκανῶν WH Treg ] πολλῶν NA28 RP
  23. Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
  24. Footnote Σπανίαν WH Treg NA28 ] + ἐλεύσομαι πρὸς ὑμᾶς RP
  25. Footnote εἰσὶν αὐτῶν WH Treg NA28 ] αὐτῶν εἰσὶν RP
  26. Footnote εἰς WH Treg NA28 ] + τὴν RP
  27. Footnote εὐλογίας WH Treg NA28 ] + τοῦ εὐαγγελίου τοῦ RP
  28. Footnote καὶ WH Treg NA28 ] + ἵνα RP
  29. Footnote τοῖς ἁγίοις γένηται WH Treg NA28 ] γένηται τοῖς ἁγίοις RP
  30. Footnote ἐλθὼν WH NA28 ] ἔλθω Treg RP
  31. Footnote θεοῦ WH NA28 ] + καὶ Treg RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.