Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10

Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ ⸀δέησις1 πρὸς τὸν θεὸν ὑπὲρ ⸀αὐτῶν2 εἰς σωτηρίαν. μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν, ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ⸀ἰδίαν3 ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Μωϋσῆς γὰρ γράφει ⸂ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ⸀τοῦ νόμου4 ὁ ⸀ποιήσας ἄνθρωπος ζήσεται ἐν ⸀αὐτῇ.5 6 7 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅτι ἐὰν ⸀ὁμολογήσῃς8 ἐν τῷ στόματί ⸀σου9 κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται. οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

Πῶς οὖν ⸀ἐπικαλέσωνται10 εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ ⸀πιστεύσωσιν11 οὗ οὐκ ἤκουσαν; πῶς δὲ ⸀ἀκούσωσιν12 χωρὶς κηρύσσοντος; πῶς δὲ ⸀κηρύξωσιν13 ἐὰν μὴ ἀποσταλῶσιν; ⸀καθὼς14 γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν ⸀εὐαγγελιζομένων15 ⸀τὰ16 ἀγαθά. ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος ⸀Χριστοῦ17

Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἀλλὰ λέγω, μὴ ⸂Ἰσραὴλ οὐκ ἔγνω18 ; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπʼ οὐκ ἔθνει, ἐπʼ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην ⸀ἐν19 τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ⸀ἐγενόμην20 τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

Source notes (20)
  1. Footnote δέησις WH Treg NA28 ] + ἡ RP
  2. Footnote αὐτῶν WH Treg NA28 ] τοῦ Ἰσραήλ ἐστιν RP
  3. Footnote ἰδίαν WH Treg ] + δικαιοσύνην NA28 RP
  4. Footnote ὅτι τὴν … νόμου WH ] τὴν … νόμου ὅτι Treg NA28 RP
  5. Footnote τοῦ NA28 RP ] – WH Treg
  6. Footnote ποιήσας WH ] + αὐτὰ Treg NA28 RP
  7. Footnote αὐτῇ WH Treg ] αὐτοῖς NA28 RP
  8. Footnote ὁμολογήσῃς Treg NA28 RP ] + τὸ ῥῆμα WH
  9. Footnote σου Treg NA28 RP ] + ὅτι WH
  10. Footnote ἐπικαλέσωνται WH Treg NA28 ] ἐπικαλέσονται RP
  11. Footnote πιστεύσωσιν WH Treg NA28 ] πιστεύσουσιν RP
  12. Footnote ἀκούσωσιν WH Treg NA28 ] ἀκούσουσιν RP
  13. Footnote κηρύξωσιν WH Treg NA28 ] κηρύξουσιν RP
  14. Footnote καθὼς Treg NA28 RP ] καθάπερ WH
  15. Footnote εὐαγγελιζομένων WH Treg NA28 ] + εἰρήνην τῶν εὐαγγελιζομένων RP
  16. Footnote τὰ NA28 RP ] – WH Treg
  17. Footnote Χριστοῦ WH Treg NA28 ] θεοῦ RP
  18. Footnote Ἰσραὴλ οὐκ ἔγνω WH Treg NA28 ] οὐκ ἔγνω Ἰσραὴλ RP
  19. Footnote ἐν Treg NA28 ] – WH RP
  20. Footnote ἐγενόμην WH NA28 RP ] + ἐν Treg

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.