Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 22

Καὶ ἔδειξέν μοι ⸀ποταμὸν1 ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ⸀ἀποδιδοῦν2 τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ νὺξ οὐκ ἔσται ⸀ἔτι3 καὶ ⸂οὐκ ἔχουσιν χρείαν4 ⸀φωτὸς5 λύχνου καὶ ⸀φῶς6 ἡλίου, ὅτι κύριος ὁ θεὸς φωτίσει ⸀ἐπʼ7 αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ ⸀εἶπέν8 μοι· Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ⸀ὁ9 κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει· καὶ ἰδοὺ ἔρχομαι ταχύ· μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.

Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα. καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.

Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν. ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ⸀ῥυπαρευθήτω10 ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.

Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετʼ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ⸀ἐστὶν11 αὐτοῦ. ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ⸀ἡ12 ἀρχὴ καὶ ⸀τὸ13 τέλος.

Μακάριοι οἱ ⸂πλύνοντες τὰς στολὰς αὐτῶν14, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.

Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός. καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω· Ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.

Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπʼ αὐτά, ⸀ἐπιθήσει15 ὁ θεὸς ἐπʼ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ· καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ⸀ἀφελεῖ16 ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.

Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναί· ἔρχομαι ταχύ. Ἀμήν· ⸀ἔρχου17 κύριε Ἰησοῦ.

Ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ18 μετὰ ⸀πάντων19

Source notes (19)
  1. Footnote ποταμὸν WH Treg NA28 ] + καθαρὸν RP
  2. Footnote ἀποδιδοῦν WH NA28 ] ἀποδιδοὺς Treg RP
  3. Footnote ἔτι WH Treg NA28 ] ἐκει RP
  4. Footnote οὐκ ἔχουσιν χρείαν WH Treg NA28 ] χρείαν οὐκ ἔχουσιν RP
  5. Footnote φωτὸς WH Treg NA28 ] – RP
  6. Footnote φῶς WH ] φωτὸς Treg NA28 RP
  7. Footnote ἐπʼ WH Treg NA28 ] – RP
  8. Footnote εἶπέν WH Treg NA28 ] λέγει RP
  9. Footnote ὁ WH Treg NA28 ] – RP
  10. Footnote ῥυπαρευθήτω RP ] ῥυπανθήτω WH Treg NA28
  11. Footnote ἐστὶν WH Treg NA28 ] ἔσται RP
  12. Footnote ἡ WH NA28 RP ] – Treg
  13. Footnote τὸ WH NA28 RP ] – Treg
  14. Footnote πλύνοντες τὰς στολὰς αὐτῶν WH Treg NA28 ] ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ RP
  15. Footnote ἐπιθήσει WH Treg NA28 ] ἐπιθήσαι RP
  16. Footnote ἀφελεῖ WH Treg NA28 ] ἀφέλοι RP
  17. Footnote ἔρχου WH Treg NA28 ] Ναί ἔρχου RP
  18. Footnote Ἰησοῦ Treg NA28 ] + Χριστοῦ WH RP
  19. Footnote πάντων NA28 ] τῶν ἁγίων WH Treg; τῶν ἁγίων. ἀμήν NIV; πάντων τῶν ἁγίων. Ἀμήν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.