Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 21
Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ⸀θρόνου1 λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶ ⸀λαοὶ2 αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς ⸂μετʼ αὐτῶν ἔσται3, καὶ ἐξαλείψει πᾶν δάκρυον ⸀ἐκ4 τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ⸀ἔτι.5 τὰ πρῶτα ἀπῆλθαν.
Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ ⸂καινὰ ποιῶ πάντα6. καὶ ⸀λέγει7 Γράψον, ὅτι οὗτοι οἱ λόγοι ⸂πιστοὶ καὶ ἀληθινοί8 εἰσιν. καὶ εἶπέν μοι· ⸂Γέγοναν. ἐγὼ⸃ τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.9 ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. τοῖς δὲ δειλοῖς καὶ ⸀ἀπίστοις10 καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, ⸂τῶν γεμόντων11 τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴν ⸂νύμφην τὴν γυναῖκα12 τοῦ ἀρνίου. καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν ⸀πόλιν13 τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶ ⸂τοῖς πυλῶσιν14 ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ⸀ἐστιν15 τῶν δώδεκα ⸀φυλῶν16 υἱῶν Ἰσραήλ· ἀπὸ ⸀ἀνατολῆς17 πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· καὶ τὸ τεῖχος τῆς πόλεως ⸀ἔχων18 θεμελίους δώδεκα, καὶ ἐπʼ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
Καὶ ὁ λαλῶν μετʼ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ⸀ὅσον19 τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ ⸀σταδίους20 δώδεκα ⸀χιλιάδων21 τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. ⸀καὶ22 ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ· ⸀οἱ23 θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος, ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυστος· καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ κύριος, ὁ θεός, ὁ παντοκράτωρ, ναὸς αὐτῆς ἐστιν, καὶ τὸ ἀρνίον. καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν ⸂τὴν δόξαν αὐτῶν24 εἰς αὐτήν· καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ, καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ ⸀ποιῶν25 βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.
Source notes (25)
- Footnote θρόνου WH NA28 ] οὐρανοῦ Treg RP
- Footnote λαοὶ WH Treg NA28 ] λαὸς RP
- Footnote μετʼ αὐτῶν ἔσται WH Treg ] ἔσται μετʼ αὐτῶν RP; μετʼ αὐτῶν ἔσται αὐτῶν θεός NA28
- Footnote ἐκ WH Treg NA28 ] ἀπὸ RP
- Footnote ἔτι. WH ] ἔτι, ὅτι Treg NA28 RP
- Footnote καινὰ ποιῶ πάντα WH Treg NA28 ] πάντα καινὰ ποιῶ RP
- Footnote λέγει WH NA28 ] + μοι Treg RP
- Footnote πιστοὶ καὶ ἀληθινοί WH Treg NA28 ] ἀληθινοὶ καὶ πιστοί RP
- Footnote Γέγοναν, ἐγὼ WH ] Γέγοναν ἐγώ εἰμι Treg NA28; Γέγονα RP
- Footnote ἀπίστοις WH Treg NA28 ] + καὶ ἁμαρτωλοῖς RP
- Footnote τῶν γεμόντων WH Treg NA28 ] γεμούσας RP
- Footnote νύμφην τὴν γυναῖκα WH Treg NA28 ] γυναῖκα τὴν νύμφην RP
- Footnote πόλιν WH Treg NA28 ] + τὴν μεγάλην RP
- Footnote τοῖς πυλῶσιν WH NA28 RP ] τοὺς πυλῶνας Treg
- Footnote ἐστιν WH ] + τὰ ὀνόματα Treg NA28; + ὀνόματα RP
- Footnote φυλῶν WH Treg NA28 ] + τῶν RP
- Footnote ἀνατολῆς WH Treg NA28 ] ἀνατολῶν RP
- Footnote ἔχων WH Treg NA28 ] ἔχον RP
- Footnote ὅσον WH Treg RP ] + καὶ NA28
- Footnote σταδίους Treg RP ] σταδίων WH NA28
- Footnote χιλιάδων WH Treg NA28 ] + δώδεκα RP
- Footnote καὶ WH NA28 ] + ἦν Treg RP
- Footnote οἱ WH NA28 RP ] καὶ οἱ Treg
- Footnote τὴν δόξαν αὐτῶν WH Treg NA28 ] αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν RP
- Footnote ποιῶν Holmes WHmarg ] ὁ ποιῶν WH Treg NA28; ποιοῦν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.