Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14
Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ⸀ἑστὸς1 ἐπὶ τὸ ὄρος Σιών, καὶ μετʼ ⸀αὐτοῦ2 ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσιν ⸀ὡς3 ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· ⸀οὗτοι4 οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ⸀ὑπάγῃ5 ⸁οὗτοι6 ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ⸂ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη7 ψεῦδος· ⸀ἄμωμοί8 εἰσιν.
Καὶ εἶδον ⸀ἄλλον9 ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ⸀ἐπὶ10 τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν ⸀θεὸν11 καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε ⸂τῷ ποιήσαντι12 τὸν οὐρανὸν καὶ13 τὴν γῆν ⸀καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.
Καὶ ἄλλος ⸂δεύτερος ἄγγελος14 ἠκολούθησεν λέγων· Ἔπεσεν, ⸀ἔπεσεν15 Βαβυλὼν ἡ μεγάλη, ⸀ἣ16 ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ⸂ἀγγέλων ἁγίων17 καὶ ἐνώπιον τοῦ ἀρνίου. καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπʼ ἄρτι. ⸂ναί, λέγει18 τὸ πνεῦμα, ἵνα ⸀ἀναπαήσονται19 ἐκ τῶν κόπων αὐτῶν, τὰ ⸀γὰρ20 ἔργα αὐτῶν ἀκολουθεῖ μετʼ αὐτῶν.
Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον ⸀υἱὸν21 ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ ⸂τῆς νεφέλης22 τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. καὶ ἄλλος ⸀ἄγγελος23 ἐκ τοῦ θυσιαστηρίου, ⸀ὁ24 ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν ⸀φωνῇ25 μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
Source notes (25)
- Footnote ἑστὸς WH Treg NA28 ] ἑστηκὸς RP
- Footnote αὐτοῦ WH Treg NA28 ] + ἀριθμός RP
- Footnote ὡς WH Treg NA28 ] – NIV RP
- Footnote ⸀οὗτοι WH Treg NA28 ] + εἰσιν RP
- Footnote ὑπάγῃ NA28 RP ] ὑπάγει WH Treg
- Footnote ⸁οὗτοι WH Treg NA28 ] + ὑπὸ Ἰησοῦ RP
- Footnote ἐν … αὐτῶν οὐχ εὑρέθη WH Treg NA28 ] οὐχ εὑρέθη ἐν … αὐτῶν RP
- Footnote ἄμωμοί WH NA28 ] + γάρ Treg RP
- Footnote ἄλλον WH Treg NA28 ] – RP
- Footnote ἐπὶ WH Treg NA28 ] – RP
- Footnote θεὸν WH Treg NA28 ] κύριον RP
- Footnote τῷ ποιήσαντι WH Treg NA28 ] αὐτὸν τὸν ποιήσαντα RP
- Footnote καὶ WH Treg NA28 ] + τὴν RP
- Footnote δεύτερος ἄγγελος WH Treg RP ] ἄγγελος δεύτερος NA28
- Footnote ἔπεσεν WH Treg NA28 ] – RP
- Footnote ἣ WH Treg NA28 ] – RP
- Footnote ἀγγέλων ἁγίων WH Treg NA28 ] τῶν ἁγίων ἀγγέλων RP
- Footnote ναί, λέγει WH Treg NA28 ] λέγει Ναί RP
- Footnote ἀναπαήσονται WH Treg NA28 ] ἀναπαύσωνται RP
- Footnote γὰρ WH Treg NA28 ] δὲ RP
- Footnote υἱὸν WH NA28 ] υἱῷ Treg RP
- Footnote τῆς νεφέλης WH Treg NA28 ] τὴν νεφέλην RP
- Footnote ἄγγελος Holmes WHmarg ] + ἐξῆλθεν WH Treg NA28 RP
- Footnote ὁ WH NA28 ] – Treg RP
- Footnote φωνῇ WH Treg NA28 ] κραυγῇ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.