Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13
Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ⸀ὀνόματα1 βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ⸀ὡς2 ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ⸀ἐθαυμάσθη3 ⸂ὅλη ἡ γῆ4 ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντι ⸂ὅτι ἔδωκεν5 τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς ⸀δύναται6 πολεμῆσαι μετʼ αὐτοῦ;
Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ ⸀βλασφημίας7 καὶ ἐδόθη αὐτῷ ⸀ἐξουσία8 ποιῆσαι μῆνας ⸀τεσσεράκοντα9 δύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς ⸀βλασφημίας10 πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν ⸀αὐτὸν11 πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ⸀οὗ12 οὐ γέγραπται τὸ ὄνομα ⸀αὐτοῦ13 ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
Εἴ τις ἔχει οὖς ἀκουσάτω. εἴ τις ⸂εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν14 ὑπάγει· εἴ τις ἐν μαχαίρῃ ⸀ἀποκτανθῆναι15 αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ16 ἐνώπιον αὐτοῦ. καὶ ⸀ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα ⸀προσκυνήσουσιν17 τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. καὶ ποιεῖ σημεῖα μεγάλα, ⸂ἵνα καὶ πῦρ ποιῇ18 ἐκ τοῦ οὐρανοῦ ⸂καταβαίνειν εἰς19 τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. καὶ πλανᾷ ⸀τοὺς20 κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ⸂ὃς ἔχει21 τὴν πληγὴν ⸂τῆς μαχαίρης καὶ ἔζησεν22. καὶ ἐδόθη ⸀αὐτῷ23 ⸂δοῦναι πνεῦμα24 τῇ εἰκόνι τοῦ θηρίου, ἵνα25 καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ ⸀ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα ⸀δῶσιν26 αὐτοῖς ⸀χάραγμα27 ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν, καὶ ἵνα μή τις ⸀δύνηται28 ἀγοράσαι ἢ πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. ὧδε ἡ σοφία ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ὁ ἀριθμὸς ⸀αὐτοῦ29 ⸂ἑξακόσιοι ἑξήκοντα ἕξ30.
Source notes (30)
- Footnote ὀνόματα WH Treg RP NA28 ] ὄνομα NIV
- Footnote ὡς WH Treg NA28 ] ὡσεὶ RP
- Footnote ἐθαυμάσθη WH Treg NA28 ] ἐθαύμασεν RP
- Footnote ὅλη ἡ γῆ WH NA28 RP ] ἐν ὅλῃ τῇ γῇ Treg
- Footnote ὅτι ἔδωκεν WH Treg NA28 ] τῷ δεδωκότι RP
- Footnote δύναται WH Treg NA28 ] δύνατος RP
- Footnote βλασφημίας WH Treg NA28 ] βλασφημίαν RP
- Footnote ἐξουσία WH Treg NA28 ] + πόλεμον RP
- Footnote τεσσεράκοντα Treg RP ] + καὶ WH NA28
- Footnote βλασφημίας WH Treg NA28 ] βλασφημίαν RP
- Footnote αὐτὸν WH Treg NA28 ] αὐτῷ RP
- Footnote οὗ WH Treg NA28 ] ὧν RP
- Footnote αὐτοῦ WH Treg NA28 ] – RP
- Footnote εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν WH NA28 ] εἰς αἰχμαλωσίαν Treg; ἔχει αἰχμαλωσίαν RP
- Footnote ἀποκτανθῆναι NA28 ] ἀποκτενεῖ δεῖ WH Treg RP
- Footnote ποιεῖ WH Treg NA28 ] ἐποίει RP
- Footnote προσκυνήσουσιν WH Treg NA28 ] προσκυνήσωσιν RP
- Footnote ἵνα καὶ πῦρ ποιῇ WH Treg NA28 ] καὶ πῦρ ἵνα RP
- Footnote καταβαίνειν εἰς WH Treg NA28 ] καταβαίνῃ ἐπὶ RP
- Footnote τοὺς WH Treg NA28 ] + ἐμοὺς τοὺς RP
- Footnote ὃς ἔχει WH Treg NA28 ] ὃ εἶχεν RP
- Footnote τῆς μαχαίρης καὶ ἔζησεν WH Treg NA28 ] καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρης RP
- Footnote αὐτῷ Treg NA28 RP ] αὐτῇ WH
- Footnote δοῦναι πνεῦμα WH Treg NA28 ] πνεῦμα δοῦναι RP
- Footnote ἵνα WH Treg NA28 ] – RP
- Footnote δῶσιν WH Treg NA28 ] δώσωσιν RP
- Footnote χάραγμα WH Treg NA28 ] χαράγματα RP
- Footnote δύνηται WH Treg NA28 ] δύναται RP
- Footnote αὐτοῦ WH NA28 ] + ἐστὶν Treg RP
- Footnote ἑξακόσιοι ἑξήκοντα ἕξ WH NA28 ] ἑξακόσια ἑξήκοντα ἕξ RP; χξϛʹ Treg
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.