Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 2

Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· (⸀αὕτη1 ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·) καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ⸀ἑαυτοῦ2 πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ⸂ἐμνηστευμένῃ αὐτῷ3, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ⸀ἐν4 φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. ⸀καὶ5 ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν· καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ· καὶ τοῦτο ὑμῖν ⸀τὸ6 σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον ⸀καὶ7 κείμενον ἐν φάτνῃ. καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς ⸀οὐρανίου8 αἰνούντων τὸν θεὸν καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις ⸀εὐδοκίας9

Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπʼ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ10 ἄγγελοι, ⸀οἱ ποιμένες ⸀ἐλάλουν11 πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· ἰδόντες δὲ ⸀ἐγνώρισαν12 περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς, ἡ δὲ ⸀Μαρία13 πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.

Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.

Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν ⸀τῷ14 νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.

Καὶ ἰδοὺ ⸂ἄνθρωπος ἦν15 ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπʼ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ⸂ἢ ἂν16 ἴδῃ τὸν χριστὸν κυρίου. καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ⸀ἀγκάλας17 καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

καὶ ἦν ⸂ὁ πατὴρ αὐτοῦ18 καὶ ἡ ⸀μήτηρ19 θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, καὶ σοῦ ⸀δὲ20 αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.

Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ (αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ⸂μετὰ ἀνδρὸς ἔτη21 ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ⸀ἕως22 ἐτῶν ὀγδοήκοντα τεσσάρων,) ἣ οὐκ ⸀ἀφίστατο23 τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. ⸀καὶ24 αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ ⸀θεῷ25 καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις ⸀λύτρωσιν Ἰερουσαλήμ.26

Καὶ ὡς ἐτέλεσαν ⸀πάντα27 τὰ κατὰ τὸν νόμον κυρίου, ⸀ἐπέστρεψαν28 εἰς29 τὴν Γαλιλαίαν ⸀εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο ⸂πληρούμενον σοφίᾳ30, καὶ χάρις θεοῦ ἦν ἐπʼ αὐτό.

Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατʼ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ⸀ἀναβαινόντων31 ⸀αὐτῶν32 κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ⸂ἔγνωσαν οἱ γονεῖς33 αὐτοῦ. νομίσαντες δὲ αὐτὸν ⸂εἶναι ἐν τῇ συνοδίᾳ34 ἦλθον ἡμέρας ὁδὸν καὶ35 ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν ⸀καὶ τοῖς γνωστοῖς, καὶ μὴ ⸀εὑρόντες36 ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ⸀ἀναζητοῦντες37 αὐτόν. καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ ⸂εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ38 · Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι ⸀ἐζητοῦμέν39 σε. καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. καὶ κατέβη μετʼ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ⸀ταῦτα40 ἐν τῇ καρδίᾳ αὐτῆς.

Καὶ Ἰησοῦς προέκοπτεν ⸂σοφίᾳ καὶ ἡλικίᾳ41 καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.

Source notes (41)
  1. Footnote αὕτη WH Treg NA28 ] + ἡ RP
  2. Footnote ἑαυτοῦ WH Treg NA28 ] ἰδίαν RP
  3. Footnote ἐμνηστευμένῃ αὐτῷ WH Treg NA28 ] μεμνηστευμένῃ αὐτῷ γυναικί RP
  4. Footnote ἐν WH Treg NA28 ] + τῇ RP
  5. Footnote καὶ WH NA28 ] + ἰδού Treg RP
  6. Footnote τὸ Treg NA28 RP ] – WH
  7. Footnote καὶ WH Treg NA28 ] – RP
  8. Footnote οὐρανίου WH NA28 RP ] οὐρανοῦ Treg
  9. Footnote εὐδοκίας WH Treg NA28 ] εὐδοκία RP
  10. Footnote οἱ WH NA28 ] καὶ οἱ ἄνθρωποι οἱ Treg RP
  11. Footnote ἐλάλουν WH NA28 ] εἶπον Treg RP
  12. Footnote ἐγνώρισαν WH Treg NA28 ] διεγνώρισαν RP
  13. Footnote Μαρία WH Treg ] Μαριὰμ NA28 RP
  14. Footnote τῷ WH Treg NA28 ] – RP
  15. Footnote ἄνθρωπος ἦν WH Treg NA28 ] ἦν ἄνθρωπος RP
  16. Footnote ἢ ἂν WH NA28 ] ἂν Treg; ἢ RP
  17. Footnote ἀγκάλας WH NA28 ] + αὐτοῦ Treg RP
  18. Footnote ὁ πατὴρ αὐτοῦ WH Treg NA28 ] Ἰωσὴφ RP
  19. Footnote μήτηρ WH Treg NA28 ] + αὐτοῦ RP
  20. Footnote δὲ Treg NA28 RP ] – WH
  21. Footnote μετὰ ἀνδρὸς ἔτη WH Treg NA28 ] ἔτη μετὰ ἀνδρὸς RP
  22. Footnote ἕως WH Treg NA28 ] ὡς RP
  23. Footnote ἀφίστατο WH Treg NA28 ] + ἀπὸ RP
  24. Footnote καὶ WH Treg NA28 ] + αὕτη RP
  25. Footnote θεῷ WH Treg NA28 ] κυρίῳ RP
  26. Footnote λύτρωσιν WH Treg NA28 ] + ἐν RP
  27. Footnote πάντα WH Treg NA28 ] ἅπαντα RP
  28. Footnote ἐπέστρεψαν WH Treg NA28 ] ὑπέστρεψαν RP
  29. Footnote εἰς WH Treg NA28 ] + τὴν RP
  30. Footnote πληρούμενον σοφίᾳ WH Treg NA28 ] πνεύματι πληρούμενον σοφίας RP
  31. Footnote ἀναβαινόντων WH Treg NA28 ] ἀναβάντων RP
  32. Footnote αὐτῶν WH NA28 ] + εἰς Ἱεροσόλυμα Treg RP
  33. Footnote ἔγνωσαν οἱ γονεῖς WH Treg NA28 ] ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ RP
  34. Footnote εἶναι ἐν τῇ συνοδίᾳ WH Treg NA28 ] ἐν τῇ συνοδίᾳ εἶναι RP
  35. Footnote καὶ WH Treg NA28 ] + ἐν RP
  36. Footnote εὑρόντες WH Treg NA28 ] + αὐτόν RP
  37. Footnote ἀναζητοῦντες WH Treg NA28 ] ζητοῦντες RP
  38. Footnote εἶπεν πρὸς … αὐτοῦ WH Treg NA28 ] πρὸς … αὐτοῦ εἶπεν RP
  39. Footnote ἐζητοῦμέν Treg NA28 RP ] ζητοῦμέν WH
  40. Footnote ταῦτα Treg RP ] – WH NA28
  41. Footnote σοφίᾳ καὶ ἡλικίᾳ NIV RP ] τῇ σοφίᾳ καὶ ἡλικίᾳ WH; ἡλικίᾳ καὶ σοφίᾳ Treg; ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ NA28

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.