Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6

Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. ⸂ἠκολούθει δὲ1 αὐτῷ ὄχλος πολύς, ὅτι ⸀ἐθεώρουν2 τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν δὲ εἰς τὸ ⸀ὄρος3 Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. ἐπάρας οὖν ⸂τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς4 καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς5 αὐτὸν λέγει ⸀πρὸς Φίλιππον· Πόθεν ⸀ἀγοράσωμεν6 ἄρτους ἵνα φάγωσιν οὗτοι; τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. ἀπεκρίθη ⸀αὐτῷ7 Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ⸀ἕκαστος8 βραχύ ⸀τι9 λάβῃ. λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστιν ⸀παιδάριον10 ὧδε ⸀ὃς11 ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; ⸀εἶπεν12 ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ⸀ὡς13 πεντακισχίλιοι. ἔλαβεν ⸀οὖν14 τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας ⸀διέδωκεν15 τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ⸀ἐπερίσσευσαν16 τοῖς βεβρωκόσιν. οἱ οὖν ἄνθρωποι ἰδόντες ⸂ὃ ἐποίησεν σημεῖον17 ⸀ἔλεγον18 ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.

Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ⸀ποιήσωσιν19 βασιλέα ἀνεχώρησεν ⸀πάλιν20 εἰς τὸ ὄρος αὐτὸς μόνος.

Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ἐμβάντες ⸀εἰς21 πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ ⸀οὔπω22 ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος ⸀διεγείρετο23 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ⸂ἐγένετο τὸ πλοῖον24 ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ⸀εἶδον25 ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ⸀ἕν26 καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ ⸀πλοῖον27 ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· ⸀ἀλλὰ28 ἦλθεν ⸀πλοιάρια29 ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ ⸀πλοιάρια30 καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.

Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· Ῥαββί, πότε ὧδε γέγονας; ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε· ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; ἀπεκρίθη ⸀ὁ31 Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα ⸀πιστεύητε32 εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς ⸀δέδωκεν33 ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.

⸀Εἶπεν34 αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ35 οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ⸀ἐμὲ οὐ μὴ ⸀διψήσει36 πώποτε. ἀλλʼ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμε37 ον πρός ⸀με οὐ μὴ ἐκβάλω ἔξω, ὅτι καταβέβηκα ⸀ἀπὸ38 τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός ⸀με39 ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω ⸀αὐτὸ40 τῇ ἐσχάτῃ ἡμέρᾳ. τοῦτο ⸀γάρ41 ἐστιν τὸ θέλημα τοῦ ⸂πατρός μου42 ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ⸀ἐγὼ43 τῇ ἐσχάτῃ ἡμέρᾳ.

Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ἔλεγον· ⸀Οὐχ44 οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς ⸀νῦν45 ⸀λέγει46 ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; ⸀ἀπεκρίθη47 Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετʼ ἀλλήλων. οὐδεὶς δύναται ἐλθεῖν πρός ⸀με48 ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· ⸀πᾶς49 ὁ ⸀ἀκούσας50 παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ⸀ἐμέ51 οὐχ ὅτι τὸν πατέρα ⸂ἑώρακέν τις52 εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ⸀πιστεύων53 ἔχει ζωὴν αἰώνιον. ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· οἱ πατέρες ὑμῶν ἔφαγον ⸂ἐν τῇ ἐρήμῳ τὸ μάννα54 καὶ ἀπέθανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ⸀ζήσει55 εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ⸀ἐστιν56 ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.

Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα ⸀αὐτοῦ57 φαγεῖν; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ⸀ἀληθής58 ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ⸁ἀληθής59 ἐστι πόσις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ⸀ζήσει60 διʼ ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ⸀ἐξ61 οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ ⸀πατέρες62 καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ⸀ζήσει63 εἰς τὸν αἰῶνα. ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.

Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· Σκληρός ἐστιν ⸂ὁ λόγος οὗτος64 · τίς δύναται αὐτοῦ ἀκούειν; εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ ⸀λελάληκα65 ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ ⸀πατρός66

Ἐκ τούτου πολλοὶ ⸀ἐκ67 ⸂τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον68 εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετʼ αὐτοῦ περιεπάτουν. εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; ⸀ἀπεκρίθη69 αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ⸀ἅγιος70 τοῦ ⸀θεοῦ71 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος ⸀Ἰσκαριώτου72 οὗτος γὰρ ἔμελλεν ⸂παραδιδόναι αὐτόν73, ⸀εἷς74 ἐκ τῶν δώδεκα.

Source notes (74)
  1. Footnote ἠκολούθει δὲ WH Treg NA28 ] καὶ ἠκολούθει RP
  2. Footnote ἐθεώρουν WH Treg NA28 ] ἑώρων αὐτοῦ RP
  3. Footnote ὄρος WH Treg NA28 ] + ὁ RP
  4. Footnote τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς WH Treg NA28 ] ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς RP
  5. Footnote πρὸς WH Treg NA28 ] + τὸν RP
  6. Footnote ἀγοράσωμεν WH Treg NA28 ] ἀγοράσομεν RP
  7. Footnote αὐτῷ WH Treg RP ] + ὁ NA28
  8. Footnote ἕκαστος WH Treg NA28 ] + αὐτῶν RP
  9. Footnote τι RP NA28 ] – WH Treg
  10. Footnote παιδάριον WH Treg NA28 ] + ἓν RP
  11. Footnote ὃς WH Treg NA28 ] ὃ RP
  12. Footnote εἶπεν WH Treg NA28 ] + δὲ RP
  13. Footnote ὡς WH Treg NA28 ] ὡσεὶ RP
  14. Footnote οὖν WH Treg NA28 ] δὲ RP
  15. Footnote διέδωκεν WH Treg NA28 ] + τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ RP
  16. Footnote ἐπερίσσευσαν WH Treg NA28 ] ἐπερίσσευσεν RP
  17. Footnote ὃ ἐποίησεν σημεῖον Treg NA28 RP ] ἃ ἐποίησεν σημεῖα WH
  18. Footnote ἔλεγον WH Treg NA28 ] ὁ Ἰησοῦς ἔλεγον RP
  19. Footnote ποιήσωσιν WH Treg NA28 ] + αὐτὸν RP
  20. Footnote πάλιν WH Treg NA28 ] – RP
  21. Footnote εἰς WH Treg NA28 ] + τὸ RP
  22. Footnote οὔπω WH Treg NA28 ] οὐκ RP
  23. Footnote διεγείρετο WH Treg NA28 ] διηγείρετο RP
  24. Footnote ἐγένετο τὸ πλοῖον WH Treg NA28 ] τὸ πλοῖον ἐγένετο RP
  25. Footnote εἶδον WH Treg NA28 ] ἰδὼν RP
  26. Footnote ἕν WH Treg NA28 ] + ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ RP
  27. Footnote πλοῖον WH Treg NA28 ] πλοιάριον RP
  28. Footnote ἀλλὰ WH Treg ] ἄλλα NA28; ἄλλα δὲ RP
  29. Footnote πλοιάρια Treg NA28 RP ] πλοῖα WH
  30. Footnote πλοιάρια WH Treg NA28 ] πλοῖα RP
  31. Footnote ὁ WH Treg NA28 ] – RP
  32. Footnote πιστεύητε WH Treg NA28 ] πιστεύσητε RP
  33. Footnote δέδωκεν NA28 RP ] ἔδωκεν WH Treg
  34. Footnote Εἶπεν WH Treg NA28 ] + οὖν NIV; + δὲ RP
  35. Footnote ἐμὲ WH Treg NA28 ] με RP
  36. Footnote διψήσει WH Treg NA28 ] διψήσῃ RP
  37. Footnote με WH Treg RP ] ἐμὲ NA28
  38. Footnote ἀπὸ WH Treg NA28 ] ἐκ RP
  39. Footnote με WH Treg NA28 ] + πατρός RP
  40. Footnote αὐτὸ WH Treg RP ] + ἐν NA28
  41. Footnote γάρ WH Treg NA28 ] δέ RP
  42. Footnote πατρός μου WH Treg NA28 ] πέμψαντός με RP
  43. Footnote ἐγὼ WH Treg RP ] + ἐν NA28
  44. Footnote Οὐχ NA28 RP ] Οὐχὶ WH Treg
  45. Footnote νῦν WH Treg NA28 ] οὖν RP
  46. Footnote λέγει WH Treg NA28 ] + οὗτος RP
  47. Footnote ἀπεκρίθη WH Treg NA28 ] + οὖν ὁ RP
  48. Footnote με WH Treg NA28 ] ἐμέ RP
  49. Footnote πᾶς WH Treg NA28 ] + οὖν RP
  50. Footnote ἀκούσας WH Treg NA28 ] ἀκούων RP
  51. Footnote ἐμέ WH Treg NA28 ] με RP
  52. Footnote ἑώρακέν τις WH Treg NA28 ] τις ἑώρακεν RP
  53. Footnote πιστεύων WH NA28 ] + εἰς ἐμέ Treg RP
  54. Footnote ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NA28 ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
  55. Footnote ζήσει WH NA28 ] ζήσεται Treg RP
  56. Footnote ἐστιν WH Treg NA28 ] + ἣν ἐγὼ δώσω RP
  57. Footnote αὐτοῦ WH NA28 ] – Treg RP
  58. Footnote ⸀ἀληθής WH Treg NA28 ] ἀληθῶς RP
  59. Footnote ⸁ἀληθής WH Treg NA28 ] ἀληθῶς RP
  60. Footnote ζήσει WH Treg NA28 ] ζήσεται RP
  61. Footnote ἐξ WH Treg NA28 ] ἐκ τοῦ RP
  62. Footnote πατέρες WH Treg NA28 ] + ὑμῶν τὸ μάννα NIV RP
  63. Footnote ζήσει WH Treg NA28 ] ζήσεται RP
  64. Footnote ὁ λόγος οὗτος WH Treg NA28 ] οὗτος ὁ λόγος RP
  65. Footnote λελάληκα WH Treg NA28 ] λαλῶ RP
  66. Footnote πατρός WH Treg NA28 ] + μου RP
  67. Footnote ἐκ WH Treg NA28 ] – RP
  68. Footnote τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον WH Treg NA28 ] ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP
  69. Footnote ἀπεκρίθη WH Treg NA28 ] + οὖν RP
  70. Footnote ἅγιος WH Treg NA28 ] χριστὸς ὁ υἱὸς RP
  71. Footnote θεοῦ WH Treg NA28 ] + τοῦ ζῶντος RP
  72. Footnote Ἰσκαριώτου WH Treg NA28 ] Ἰσκαριώτην RP
  73. Footnote παραδιδόναι αὐτόν WH Treg NA28 ] αὐτὸν παραδιδόναι RP
  74. Footnote εἷς WH Treg NA28 ] + ὢν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.